Hansen and Quinn: Unit 8, Greek Drills, Exercises, and Readings (without macrons)

DRILLS

II.

#1.. οἱ στρατιῶται οἱ ἐν τῷ πεδίῳ θύοντες
#2.. τῷ ῥήτορι τῷ τὴν δημοκρατίαν σώσαντι
#3.. τοῦ ποιητοῦ τοῦ τὰς σοφὰς διδάσκοντος
#4.. τῶν στρατιωτῶν τῶν τοὺς ἀδελφοὺς θαψάντων
#5.. τὸν ὁπλίτην τὸν τὴν γέφυραν φυλάξοντα
#6.. τῷ ποιητῇ τῷ περὶ πολέμου γεγραφότι
#7.. τὰς θυσάσας
#8.. τὰ τοὺς κακοὺς κωλύοντα
#9.. τῶν τὰ τοῦ δήμου κλεψάντων
#10.. τῇ θεῷ τῇ τὴν δημοκρατίαν σῳζούσῃ
#11.. οἱ ὁπλῖται οἱ τὰ ὅπλα λείποντες
#12.. οἱ ὁπλῖται οἱ τὰ ὅπλα λιπόντες
#13.. τῷ παιδεύοντι
#14.. ὁ ἀγαθὸς διδάσκαλος ὁ τὸν φίλον διδάσκων
#15.. τοῖς κακοῖς διδασκάλοις τοῖς τοὺς νεανίας διδάσκουσιν
#16.. οἱ γέροντες οἱ τοὺς νεανίας διδασκόμενοι
#17.. τοὺς νεανίας τοὺς ὑπὸ τῶν ἀγαθῶν διδασκάλων διδασκομένους
#18.. τοὺς νεανίας τοὺς τοῖς ἀγαθοῖς διδασκάλοις δεδιδαγμένους
#19.. τῶν διδασκόντων
#20.. τῇ οὐ διδασκομένῃ
#21.. ταῖς μὴ διδασκομέναις
#22.. οἱ πολῖται οἱ ὑπὸ τοῦ ποιητοῦ διδαχθέντες
#23.. οἱ γέροντες οἱ χρυσὸν λιπόμενοι
#24.. τῷ σοφῷ τῷ τοὺς ἀγαθοὺς διδάξαντι
#25.. ἡ θεὸς ἡ τὸν δῆμον σῴζουσα
#26.. νῦν θύομεν τῇ θεῷ τῇ τὸν δῆμον σεσωκυίᾳ.
#27.. σωθέντες τῇ θεῷ θύομεν.
#28.. οὐ σωθεῖσαι τῇ θεῷ οὐ θύομεν.
#29.. μὴ σωθέντες τῇ θεῷ οὐ θύομεν.
#30.. θύομεν τῇ θεῷ τῇ τὸν δῆμον σωσάσῃ.
#31.. τοῖς ῥήτορσι τοῖς τοὺς πολίτας πείσασι λῦσαι τὴν εἰρήνην
#32.. οἱ τοῖς ῥήτορσι πεπεισμένοι
#33.. ἡ γέφυρα ἡ εὖ φυλαττομένη
#34.. ἡ γέφυρα ἡ εὖ φυλαχθεῖσα
#35.. ἡ γέφυρα ἡ εὖ τοῖς πολίταις πεφυλαγμένη
#36.. ἡ γέφυρα καίπερ εὖ φυλαττομένη ἐλύθη.
#37.. ἡ γέφυρα εὖ φυλαττομένη οὐκ ἐλύθη.
#38.. κελευσθεὶς τοὺς ὁπλίτας λύσω.
#39.. μὴ κελευσθεὶς τοὺς ὁπλίτας οὐ λύσω.
#40.. οὐ κελευσθέντες τοὺς ὁπλίτας οὐκ ἐλύσαμεν.
#41.. εὖ πεπαιδευμένοι καλὰ πράττομεν.
#42.. τὰς αἶγας κλέπτουσιν ὡς τῇ θεῷ θύσοντες.
#43.. καίπερ βλαπτόμενοι οὐκ ἐπαύσαντο.
#44.. μὴ διδαχθεὶς οὐκ ἀγαθὰ ἔπραξεν ἄν.
#45.. ἐπέμποντο ὡς φυλάξοντες τὴν γέφυραν.
#46.. ἐπέμποντο φυλάξοντες τὴν γέφυραν.
#47.. θύω τῷ θεῷ ἅτε τὴν γῆν σῴζοντι.
#48.. θύω τῷ θεῷ οἷα τὴν γῆν σῴζοντι.

III.
#1.. τὰ τοῦ δήμον κλέψας οὐκ ἂν σῴζοις τήν γε χώραν.
#2.. ἐν τῇ νήσῳ παυσάμεναι βιβλία γράψωμεν.
#3.. ἐκείνοις μὴ πειθόμενοι οὔτοι σωθήσεσθε.
#4.. ἐὰν μὴ διδάξητε περὶ ἀρετῆς τοὺς τὸ ἀργύριον κλέψαντας, οὐ ταξόμεθα οἱ ὁπλῖται.
#5.. θύει ὁ ποιητὴς ὡς δὴ βιβλία γράψων.
#6.. καίπερ κακοῖς δουλεύοντες ἐχόρευον ὅμως ταῖς γε θεοῖς ὡς σωθείησαν.
#7.. εἴθε σώσαιεν ἐκείνους οἱ θεοὶ ἅτε κακῶς πεπραγότας.
#8.. διδαξώμεθα δὴ τοὺς τοῦ γε δήμου ἄρξοντας;
#9.. οἳ ἂν βλαπτόμενοι μὴ φυλάττωνται τοὺς πολεμίοις, ὑπ' ἐκείνων μὴ ἀρχθῶμεν.
#10.. εἴ τοι τὰς χρυσὸν ἐν τῷ πεδίῳ λιπούσας ἐγραψάμεθα, τόν γε δῆμον οὐκ ἂν ἐπείσαμεν οἷα ἄνευ τέχνης λόγους γράψαντες.
#11.. ἅτε βλαβεῖσαι ὑπὸ τῶν τήν γε δημοκρατίαν λελυκότων φυλαττώμεθα τοὺς τοῖς ῥήτορσι πειθομένους.

EXERCISES

I.
#1.. τοὺς γέροντας λιποῦσαι ἥκομεν σύμπαντας τοὺς ῥήτορας τοὺς κεκλοφότας δώρων γραψόμεναι.
#2.. θυσίαν ἀγάγωμεν θεοῖς τοῖς Ἀθηναίους ἐν ἐκείνῃ τῇ μάχῃ σώσασιν ὅπως καὶ νῦν ἐθέλωσι πάντες οἱ θεοὶ τὴν δημοκρατίαν φυλάττειν.
#3.. ἀγγέλους πέμψειαν ἅτε πρῶτοι λύσαντες τήν γ' εἰρήνην.
#4.. ἐκεῖνοι οἱ κακοὶ οἱ τὸν ἀγαθόν τε καὶ σοφὸν διδάσκαλον εἰς θάνατον ἀγαγόντες βλαβήσονταί τοι ὑπὸ τῶν θεῶν οἷα αἰσχρὰ πράττοντες.
#5.. ὁ τά τε τῶν ἄλλων κλέπτων καὶ ἅμα πείθον σύμπαντας τοὺς νεανίας κακὰ πράττειν καὶ μὴ τοῖς θεοῖς θύων ἔβλαπτε τὴν πᾶσαν χώραν ἢ οὔ;
#6.. θύσωμεν οἷα σεσωσμέναι.
#7.. ἐπειδὴ οἱ πολέμιοι τὴν οὐ φυλαχθεῖσαν γέφυραν ἔλυσαν, ἅπαντες οἱ ὁπλῖται τὰ ὅπλα ἔλιπον ἐν τῷ πεδίῳ ὡς νῦν γ' εἰρήνην ἄρξοντες.
#8.. ἐν τῇ εὖ πολιτευομένῃ χώρᾳ οὔτοι ἦρξε τοῦ δήμου ὁ στρατός, ἀλλ' εἴ γ' ὑπὸ τῶν πολεμίων βλάπτοιντο οἱ πολῖται, ἅπαντες, τοὺς γέροντας ἐν ταῖς οἰκίαις λιπόντες, ὑπὸ τῶν στρατηγῶν ἐτάττοντο ὡς τοὺς εἰς τὴν γῆν ἥκοντας φυλαξόμενοι.
#9.. τὰς μὴ δουλευούσας διδάξει δὴ τὰ βιβλία τὰ ὑπ' ἀγαθῶν ποιητῶν γραφόμενα.
#10.. ὁ στρατηγός, καίπερ τάξας τοὺς στρατιώτας παρὰ τὴν θάλατταν, ὅμως οὐκ ἤθελεν ἐκείνους ἕξ στάδια εἰς μάχην ἀγαγεῖν.
#11.. δῶρα δὴ λελοίπαμεν ἐκείνῳ γε τῷ ποιητῇ τῷ περὶ τῆς ἀρετῆς γεγραφότι. συμπάσας γὰρ ἀγαθὰ πράττειν δεδίδαχεν.
#12.. χρήματα ἐκείνοις τοῖς κακοῖς ῥήτορσι λιπών, ἔπειτα τὸν στρατὸν ἤγαγον εἰς τὴν χώραν τὴν τῶν Ἑλλήνων τῶν οὐχ ὑπὸ στρατιωτῶν φυλαττομένων.
#13.. ἀρετή τοι τὸ πᾶσαν χώραν σῷζον, ὦ γέρον.
#14.. οὐ δίκαια πάντα τά γε θεοῖς πεπραγμένα;
#15.. ἦγεν εἰς τὸ πεδίον τοὺς στρατιώτας ὡς δὴ μάχης ἀρξόμενος.
#16.. εἰ καλὰ πράττοις, ὦ ἄδελφε, πέμψαιμ' ἂν τῆς νυκτὸς ἐκεῖνα τὰ ζῷα τὰ ὑπὸ τοῦ γέροντος τυθέντα.
#17.. ἐκεῖνος ὁ ῥήτωρ ὁ αἰσχρός, καίπερ δῶρα τε πεπομφὼς παρὰ πάντας τοὺς ἀδίκους καὶ ἅμα τὸν δῆμον πείσας λῦσαι τὴν εἰρήνην, ὅμως ἀντὶ τοῦ δικαίως βλαβῆναι ἠθέλησεν ὑπ' ἁπάντων τῶν ἐλευθέρων σῴζεσθαι.
#18.. ἅτε κακῶς πράττουσαι, ὦ φίλαι, μήτε εἰρήνην ἄγωμεν μήτε κακοῖς δουλεύωμεν.
#19.. τῶν φίλων χάριν οἱ Ἀθηναῖοι, ὑπὸ κακῶν ῥητόρων πεισθέντες, ἄρχειν ἤθελον πασῶν τῶν γε νήσων, καὶ ἔπειτα αἱ μὲν χρήματ' ἔπεμπον, αἱ δὲ μὴ πειθόμεναι ἐβλάβησαν.
#20.. ἐκείνῃ τῇ νυκτὶ τὴν πάντων ἐλευθερίαν φυλάξαντες, ὦ Ἕλληνες, νῦν δή, καίπερ εἰς μάχην τεταγμένοι, οὔτε πείσεσθε τοῖς στρατηγοῖς τοῖς ἅπαντας σῶσαι ἐθέλουσιν οὔτε σώσετε τὴν χώραν;
#21.. ἐπέμφθης εἰς ἀγοράν, ὦ αἰσχρὲ ῥήτορ, ὑπὸ τοῦ δήμου κλοπῆς γραφησόμενος.
#22.. ἀγαθὰ βιβλία τοῖς φίλοις λιπόμενος, ἐτάφη ὁ ποιητὴς ὑπὸ τῶν νεανιῶν τῶν εὖ καὶ καλῶς διδαχθέντων.
#23.. τὰς οἶνον κλεψάσας γραψάμεναι κλοπῆς, ὦ ἀγαθαί, φυλάξομεν τάς γ' οἰκίας.
#24.. νῦν τοι δῶρά γε πέμποιμεν παρὰ τοὺς ἀγαθοὺς τοὺς τὸν στρατὸν εἰς μάχην τεταχότας. ἄνευ γὰρ ἀρετῆς οἱ στρατηγοὶ λύσουσι τὴν δημοκρατίαν τούς τε δικαίους βλάψαντες καὶ ἄδικά τε καὶ αἰσχρὰ πράξαντες.
#25.. ἧκόν τοι εἰς τὴν νῆσον ὡς παύσοντες τὸν πόλεμον, ἤθελον δὲ κλέψαι τάς τ' αἶγας καὶ τὸν οἶνον, τὰ δῶρα ἃ τῇ γε θεῷ ἐπεπόμφεμεν.
#26.. κωλύσωμεν δὴ ἐκεῖνον τὸν γέροντα τοὺς νεανίας διδάσκειν οἷα τὸν οἶνον ἐκ τῆς οἰκίας κλέψαντα;
#27.. ἆρα πέντε ἡμερῶν ἥξετ' εἰς ἐκείνην τὴν γῆν τοὺς πολίτας τὴν ῥητορικὴν διδάξουσαι; ἀλλ' οὐκ ἂν διδάξαιτ' ἐκείνους ὑπὸ τῶν γε γερόντων φυλαττόμεναι.
#28.. ἐν τῇ νήσῳ λειφθέντες ἅτε τὴν δημοκρατίαν λελυκότες, ἔπειτα ὅμως, ἀργύριον κλέψαντες, πάντας τοὺς εὖ πεπολιτευμένους ἔβλαπτον.
#29.. ἐν οἴνῳ τοι καὶ ἐκεῖνος ὁ σοφὸς αἰσχρὰ ἔπραττεν· λιπὼν γὰρ τοὺς ἀδελφοὺς ἐχόρευε περὶ τὴν οἰκίαν.
#30.. θεοῖς ταῖς τὴν γῆν πεφυλαχυίαις ἄγοιτ' ἂν θυσίαν ἅτ' ἐν ἐκείνῃ τῇ μάχῃ σωθεῖσαι.
#31.. οἵ γε ῥήτορες ἔπειθον τὸν στρατηγόν, καίπερ εὖ τάξαντα τοὺς ὁπλίτας, μήτε τὸν ἄλλον στρατὸν ἀγαγεῖν παρὰ θάλατταν μήτε τὴν γῆν φυλάττειν.
#32.. ὑπὸ τῶν ἀγαθῶν διδασκόμενοι, ὦ ἀδελφοί, δώρων γράψεσθε τοὺς ῥήτορας τοὺς τοῖς μὴ ἀγαθοῖς πειθομένους.
#33.. μάχης ἀρξάμενοι βλάψαιμεν ἂν τοὺς πολεμίους οἷα τὴν εἰρήνην λύσαντας.
#34.. ἐάν γε πάντα τὸν οἶνον κλέψῃς, ὦ νεανία, βλαβήσει ἅτε ἄδικα πράξας.
#35.. τούς γε πολεμίους βλάψασαι ἔπειτα θυσόμεθα τῇ θεῷ ἅτε φυλαττούσῃ ἁπάντων τῶν πολιτῶν καὶ τὰ σώματα καὶ τὰ χρήματα καὶ τὰς ψυχάς.
#36.. εἰ τῷ ῥήτορι τῷ λόγους περὶ πολέμου γράφοντι ἐπείθεσθ', ὦ Ἕλληνες, εὖ ἂν ἐφυλάττεσθε τοὺς ἐν τῇ μάχῃ τὰ ὅπλα λιπόντας.

READINGS

# A. Euripides, Alcestis 1159-1163

#1.. πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ' ἀέλπτως κραίνουσι θεοί,
καὶ τὰ δοκηθέντ' οὐκ ἐτελέσθη,
τῶν δ' ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ' ἀπέβη τόδε πρᾶγμα.

# B. Simonides 37 (D.L. Page, Epigrammata Graeca 216-217)

#1.. πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ' εἰπὼν
ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.

# C. Greek Anthology 7.33

#1.. πολλὰ πιὼν τέθνηκας, Ἀνάκρεον. -- ἀλλὰ τρυφήσας·
καὶ σὺ δὲ μὴ πίνων ἵξεαι εἰς Ἀΐδην.

# D. Solon, Fragment 18 West

#1.. γηράσκω δ' αἰεὶ πολλὰ διδασκόμενος.

# E. Euripides, Fragment 632 Nauck

#1.. πολλῶν τὰ χρήματ' ἄιτι' ἀνθρώτοις κακῶν.

# F. Sophokles, Ajax 646-647

#1.. ἅπανθ' ὁ μακρὸς κἀναρίθμητος χρόνος
φύει τ' ἄδηλα καὶ φανέντα κρύπτεται.

# G. Aischylos, Eumenides 754-756

#1.. ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους,
γαίας πατρῴας ἐστερημένον σύ τοι
κατῴκισάς με . . . .