Hansen and Quinn: Unit 8, Greek Drills, Exercises, and Readings (with macrons)
DRILLS
II.
#1.. οἱ στρατιῶται οἱ ἐν τῷ πεδίῳ θύ̄οντες
#2.. τῷ ῥήτορι τῷ τὴν δημοκρατίᾱν σώσαντι
#3.. τοῦ ποιητοῦ τοῦ τὰ̄ς σοφὰ̄ς διδάσκοντος
#4.. τῶν στρατιωτῶν τῶν τοὺς ἀδελφοὺς θαψάντων
#5.. τὸν ὁπλί̄την τὸν τὴν γέφῡραν φυλάξοντα
#6.. τῷ ποιητῇ τῷ περὶ πολέμου γεγραφότι
#7.. τὰ̄ς θῡσά̄σᾱς
#8.. τὰ τοὺς κακοὺς κωλύ̄οντα
#9.. τῶν τὰ τοῦ δήμου κλεψάντων
#10.. τῇ θεῷ τῇ τὴν δημοκρατίᾱν σῳζούσῃ
#11.. οἱ ὁπλῖται οἱ τὰ ὅπλα λείποντες
#12.. οἱ ὁπλῖται οἱ τὰ ὅπλα λιπόντες
#13.. τῷ παιδεύοντι
#14.. ὁ ἀγαθὸς διδάσκαλος ὁ τὸν φίλον διδάσκων
#15.. τοῖς κακοῖς διδασκάλοις τοῖς τοὺς νεᾱνίᾱς διδάσκουσιν
#16.. οἱ γέροντες οἱ τοὺς νεᾱνίᾱς διδασκόμενοι
#17.. τοὺς νεᾱνίᾱς τοὺς ὑπὸ τῶν ἀγαθῶν διδασκάλων διδασκομένους
#18.. τοὺς νεᾱνίᾱς τοὺς τοῖς ἀγαθοῖς διδασκάλοις δεδιδαγμένους
#19.. τῶν διδασκόντων
#20.. τῇ οὐ διδασκομένῃ
#21.. ταῖς μὴ διδασκομέναις
#22.. οἱ πολῖται οἱ ὑπὸ τοῦ ποιητοῦ διδαχθέντες
#23.. οἱ γέροντες οἱ χρῡσὸν λιπόμενοι
#24.. τῷ σοφῷ τῷ τοὺς ἀγαθοὺς διδάξαντι
#25.. ἡ θεὸς ἡ τὸν δῆμον σῴζουσα
#26.. νῦν θύ̄ομεν τῇ θεῷ τῇ τὸν δῆμον σεσωκυίᾱͅ.
#27.. σωθέντες τῇ θεῷ θύ̄ομεν.
#28.. οὐ σωθεῖσαι τῇ θεῷ οὐ θύ̄ομεν.
#29.. μὴ σωθέντες τῇ θεῷ οὐ θύ̄ομεν.
#30.. θύ̄ομεν τῇ θεῷ τῇ τὸν δῆμον σωσά̄σῃ.
#31.. τοῖς ῥήτορσι τοῖς τοὺς πολί̄τᾱς πείσᾱσι λῦσαι τὴν εἰρήνην
#32.. οἱ τοῖς ῥήτορσι πεπεισμένοι
#33.. ἡ γέφῡρα ἡ εὖ φυλαττομένη
#34.. ἡ γέφῡρα ἡ εὖ φυλαχθεῖσα
#35.. ἡ γέφῡρα ἡ εὖ τοῖς πολί̄ταις πεφυλαγμένη
#36.. ἡ γέφῡρα καίπερ εὖ φυλαττομένη ἐλύθη.
#37.. ἡ γέφῡρα εὖ φυλαττομένη οὐκ ἐλύθη.
#38.. κελευσθεὶς τοὺς ὁπλί̄τᾱς λύ̄σω.
#39.. μὴ κελευσθεὶς τοὺς ὁπλί̄τᾱς οὐ λύ̄σω.
#40.. οὐ κελευσθέντες τοὺς ὁπλί̄τᾱς οὐκ ἐλύ̄σαμεν.
#41.. εὖ πεπαιδευμένοι καλὰ πρά̄ττομεν.
#42.. τὰ̄ς αἶγας κλέπτουσιν ὡς τῇ θεῷ θύ̄σοντες.
#43.. καίπερ βλαπτόμενοι οὐκ ἐπαύσαντο.
#44.. μὴ διδαχθεὶς οὐκ ἀγαθὰ ἔπρᾱξεν ἄν.
#45.. ἐπέμποντο ὡς φυλάξοντες τὴν γέφῡραν.
#46.. ἐπέμποντο φυλάξοντες τὴν γέφῡραν.
#47.. θύ̄ω τῷ θεῷ ἅτε τὴν γῆν σῴζοντι.
#48.. θύ̄ω τῷ θεῷ οἷα τὴν γῆν σῴζοντι.
III.
#1.. τὰ τοῦ δήμον κλέψᾱς οὐκ ἂν σῴζοις τήν γε χώρᾱν.
#2.. ἐν τῇ νήσῳ παυσάμεναι βιβλία γράψωμεν.
#3.. ἐκείνοις μὴ πειθόμενοι οὔτοι σωθήσεσθε.
#4.. ἐὰ̄ν μὴ διδάξητε περὶ ἀρετῆς τοὺς τὸ ἀργύριον κλέψαντας, οὐ ταξόμεθα οἱ ὁπλῖται.
#5.. θύ̄ει ὁ ποιητὴς ὡς δὴ βιβλία γράψων.
#6.. καίπερ κακοῖς δουλεύοντες ἐχόρευον ὅμως ταῖς γε θεοῖς ὡς σωθείησαν.
#7.. εἴθε σώσαιεν ἐκείνους οἱ θεοὶ ἅτε κακῶς πεπρᾱγότας.
#8.. διδαξώμεθα δὴ τοὺς τοῦ γε δήμου ἄρξοντας;
#9.. οἳ ἂν βλαπτόμενοι μὴ φυλάττωνται τοὺς πολεμίοις, ὑπ' ἐκείνων μὴ ἀρχθῶμεν.
#10.. εἴ τοι τὰ̄ς χρῡσὸν ἐν τῷ πεδίῳ λιπούσᾱς ἐγραψάμεθα, τόν γε δῆμον οὐκ ἂν ἐπείσαμεν οἷα ἄνευ τέχνης λόγους γράψαντες.
#11.. ἅτε βλαβεῖσαι ὑπὸ τῶν τήν γε δημοκρατίᾱν λελυκότων φυλαττώμεθα τοὺς τοῖς ῥήτορσι πειθομένους.
EXERCISES
I.
#1.. τοὺς γέροντας λιποῦσαι ἥκομεν σύμπαντας τοὺς ῥήτορας τοὺς κεκλοφότας δώρων γραψόμεναι.
#2.. θυσίᾱν ἀγάγωμεν θεοῖς τοῖς Ἀθηναίους ἐν ἐκείνῃ τῇ μάχῃ σώσᾱσιν ὅπως καὶ νῦν ἐθέλωσι πάντες οἱ θεοὶ τὴν δημοκρατίᾱν φυλάττειν.
#3.. ἀγγέλους πέμψειαν ἅτε πρῶτοι λύ̄σαντες τήν γ' εἰρήνην.
#4.. ἐκεῖνοι οἱ κακοὶ οἱ τὸν ἀγαθόν τε καὶ σοφὸν διδάσκαλον εἰς θάνατον ἀγαγόντες βλαβήσονταί τοι ὑπὸ τῶν θεῶν οἷα αἰσχρὰ πρά̄ττοντες.
#5.. ὁ τά τε τῶν ἄλλων κλέπτων καὶ ἅμα πείθον σύμπαντας τοὺς νεᾱνίᾱς κακὰ πρά̄ττειν καὶ μὴ τοῖς θεοῖς θύ̄ων ἔβλαπτε τὴν πᾶσαν χώρᾱν ἢ οὔ;
#6.. θύ̄σωμεν οἷα σεσωσμέναι.
#7.. ἐπειδὴ οἱ πολέμιοι τὴν οὐ φυλαχθεῖσαν γέφῡραν ἔλῡσαν, ἅπαντες οἱ ὁπλῖται τὰ ὅπλα ἔλιπον ἐν τῷ πεδίῳ ὡς νῦν γ' εἰρήνην ἄρξοντες.
#8.. ἐν τῇ εὖ πολῑτευομένῃ χώρᾱͅ οὔτοι ἦρξε τοῦ δήμου ὁ στρατός, ἀλλ' εἴ γ' ὑπὸ τῶν πολεμίων βλάπτοιντο οἱ πολῖται, ἅπαντες, τοὺς γέροντας ἐν ταῖς οἰκίαις λιπόντες, ὑπὸ τῶν στρατηγῶν ἐτάττοντο ὡς τοὺς εἰς τὴν γῆν ἥκοντας φυλαξόμενοι.
#9.. τὰ̄ς μὴ δουλευούσας διδάξει δὴ τὰ βιβλία τὰ ὑπ' ἀγαθῶν ποιητῶν γραφόμενα.
#10.. ὁ στρατηγός, καίπερ τάξᾱς τοὺς στρατιώτᾱς παρὰ τὴν θάλατταν, ὅμως οὐκ ἤθελεν ἐκείνους ἕξ στάδια εἰς μάχην ἀγαγεῖν.
#11.. δῶρα δὴ λελοίπαμεν ἐκείνῳ γε τῷ ποιητῇ τῷ περὶ τῆς ἀρετῆς γεγραφότι. συμπά̄σᾱς γὰρ ἀγαθὰ πρά̄ττειν δεδίδαχεν.
#12.. χρήματα ἐκείνοις τοῖς κακοῖς ῥήτορσι λιπών, ἔπειτα τὸν στρατὸν ἤγαγον εἰς τὴν χώρᾱν τὴν τῶν Ἑλλήνων τῶν οὐχ ὑπὸ στρατιωτῶν φυλαττομένων.
#13.. ἀρετή τοι τὸ πᾶσαν χώρᾱν σῷζον, ὦ γέρον.
#14.. οὐ δίκαια πάντα τά γε θεοῖς πεπρᾱγμένα;
#15.. ἦγεν εἰς τὸ πεδίον τοὺς στρατιώτᾱς ὡς δὴ μάχης ἀρξόμενος.
#16.. εἰ καλὰ πρά̄ττοις, ὦ ἄδελφε, πέμψαιμ' ἂν τῆς νυκτὸς ἐκεῖνα τὰ ζῷα τὰ ὑπὸ τοῦ γέροντος τυθέντα.
#17.. ἐκεῖνος ὁ ῥήτωρ ὁ αἰσχρός, καίπερ δῶρα τε πεπομφὼς παρὰ πάντας τοὺς ἀδίκους καὶ ἅμα τὸν δῆμον πείσᾱς λῦσαι τὴν εἰρήνην, ὅμως ἀντὶ τοῦ δικαίως βλαβῆναι ἠθέλησεν ὑπ' ἁπάντων τῶν ἐλευθέρων σῴζεσθαι.
#18.. ἅτε κακῶς πρά̄ττουσαι, ὦ φίλαι, μήτε εἰρήνην ἄγωμεν μήτε κακοῖς δουλεύωμεν.
#19.. τῶν φίλων χάριν οἱ Ἀθηναῖοι, ὑπὸ κακῶν ῥητόρων πεισθέντες, ἄρχειν ἤθελον πᾱσῶν τῶν γε νήσων, καὶ ἔπειτα αἱ μὲν χρήματ' ἔπεμπον, αἱ δὲ μὴ πειθόμεναι ἐβλάβησαν.
#20.. ἐκείνῃ τῇ νυκτὶ τὴν πάντων ἐλευθερίᾱν φυλάξαντες, ὦ Ἕλληνες, νῦν δή, καίπερ εἰς μάχην τεταγμένοι, οὔτε πείσεσθε τοῖς στρατηγοῖς τοῖς ἅπαντας σῶσαι ἐθέλουσιν οὔτε σώσετε τὴν χώρᾱν;
#21.. ἐπέμφθης εἰς ἀγορά̄ν, ὦ αἰσχρὲ ῥήτορ, ὑπὸ τοῦ δήμου κλοπῆς γραφησόμενος.
#22.. ἀγαθὰ βιβλία τοῖς φίλοις λιπόμενος, ἐτάφη ὁ ποιητὴς ὑπὸ τῶν νεᾱνιῶν τῶν εὖ καὶ καλῶς διδαχθέντων.
#23.. τὰ̄ς οἶνον κλεψά̄σᾱς γραψάμεναι κλοπῆς, ὦ ἀγαθαί, φυλάξομεν τά̄ς γ' οἰκίᾱς.
#24.. νῦν τοι δῶρά γε πέμποιμεν παρὰ τοὺς ἀγαθοὺς τοὺς τὸν στρατὸν εἰς μάχην τεταχότας. ἄνευ γὰρ ἀρετῆς οἱ στρατηγοὶ λύ̄σουσι τὴν δημοκρατίᾱν τούς τε δικαίους βλάψαντες καὶ ἄδικά τε καὶ αἰσχρὰ πρά̄ξαντες.
#25.. ἧκόν τοι εἰς τὴν νῆσον ὡς παύσοντες τὸν πόλεμον, ἤθελον δὲ κλέψαι τά̄ς τ' αἶγας καὶ τὸν οἶνον, τὰ δῶρα ἃ τῇ γε θεῷ ἐπεπόμφεμεν.
#26.. κωλύ̄σωμεν δὴ ἐκεῖνον τὸν γέροντα τοὺς νεᾱνίᾱς διδάσκειν οἷα τὸν οἶνον ἐκ τῆς οἰκίᾱς κλέψαντα;
#27.. ἆρα πέντε ἡμερῶν ἥξετ' εἰς ἐκείνην τὴν γῆν τοὺς πολί̄τᾱς τὴν ῥητορικὴν διδάξουσαι; ἀλλ' οὐκ ἂν διδάξαιτ' ἐκείνους ὑπὸ τῶν γε γερόντων φυλαττόμεναι.
#28.. ἐν τῇ νήσῳ λειφθέντες ἅτε τὴν δημοκρατίᾱν λελυκότες, ἔπειτα ὅμως, ἀργύριον κλέψαντες, πάντας τοὺς εὖ πεπολῑτευμένους ἔβλαπτον.
#29.. ἐν οἴνῳ τοι καὶ ἐκεῖνος ὁ σοφὸς αἰσχρὰ ἔπρᾱττεν· λιπὼν γὰρ τοὺς ἀδελφοὺς ἐχόρευε περὶ τὴν οἰκίᾱν.
#30.. θεοῖς ταῖς τὴν γῆν πεφυλαχυίαις ἄγοιτ' ἂν θυσίᾱν ἅτ' ἐν ἐκείνῃ τῇ μάχῃ σωθεῖσαι.
#31.. οἵ γε ῥήτορες ἔπειθον τὸν στρατηγόν, καίπερ εὖ τάξαντα τοὺς ὁπλί̄τᾱς, μήτε τὸν ἄλλον στρατὸν ἀγαγεῖν παρὰ θάλατταν μήτε τὴν γῆν φυλάττειν.
#32.. ὑπὸ τῶν ἀγαθῶν διδασκόμενοι, ὦ ἀδελφοί, δώρων γράψεσθε τοὺς ῥήτορας τοὺς τοῖς μὴ ἀγαθοῖς πειθομένους.
#33.. μάχης ἀρξάμενοι βλάψαιμεν ἂν τοὺς πολεμίους οἷα τὴν εἰρήνην λύ̄σαντας.
#34.. ἐά̄ν γε πάντα τὸν οἶνον κλέψῃς, ὦ νεᾱνίᾱ, βλαβήσει ἅτε ἄδικα πρά̄ξᾱς.
#35.. τούς γε πολεμίους βλάψᾱσαι ἔπειτα θῡσόμεθα τῇ θεῷ ἅτε φυλαττούσῃ ἁπάντων τῶν πολῑτῶν καὶ τὰ σώματα καὶ τὰ χρήματα καὶ τὰ̄ς ψῡχά̄ς.
#36.. εἰ τῷ ῥήτορι τῷ λόγους περὶ πολέμου γράφοντι ἐπείθεσθ', ὦ Ἕλληνες, εὖ ἂν ἐφυλάττεσθε τοὺς ἐν τῇ μάχῃ τὰ ὅπλα λιπόντας.
READINGS
# A. Euripides, Alcestis 1159-1163
#1.. πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ' ἀέλπτως κραίνουσι θεοί,
καὶ τὰ δοκηθέντ' οὐκ ἐτελέσθη,
τῶν δ' ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ' ἀπέβη τόδε πρᾶγμα.
# B. Simonides 37 (D.L. Page, Epigrammata Graeca 216-217)
#1.. πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ' εἰπὼν
ἀνθρώπους κεῖμαι Τῑμοκρέων Ῥόδιος.
# C. Greek Anthology 7.33
#1.. πολλὰ πιὼν τέθνηκας, Ἀνάκρεον. -- ἀλλὰ τρυφήσᾱς·
καὶ σὺ δὲ μὴ πί̄νων ἵξεαι εἰς Ἀΐδην.
# D. Solon, Fragment 18 West
#1.. γηράσκω δ' αἰεὶ πολλὰ διδασκόμενος.
# E. Euripides, Fragment 632 Nauck
#1.. πολλῶν τὰ χρήματ' ἄιτι' ἀνθρώτοις κακῶν.
# F. Sophokles, Ajax 646-647
#1.. ἅπανθ' ὁ μακρὸς κἀ̄ναρίθμητος χρόνος
φύει τ' ἄδηλα καὶ φανέντα κρύπτεται.
# G. Aischylos, Eumenides 754-756
#1.. ὦ Παλλάς, ὦ σώσᾱσα τοὺς ἐμοὺς δόμους,
γαίᾱς πατρῴᾱς ἐστερημένον σύ τοι
κατῴκισάς με . . . .