Hansen and Quinn: Unit 10, Greek Drills, Exercises, and Readings (without macrons)

DRILLS

I.
# καλός, καλή, καλόν
# εὐδαίμων, εὔδαιμον
# εὐγενής, εὐγενές

#1.. πατέρων
#2.. πάθη (3)
#3.. ἱππῆς
#4.. ἄνδρα
#5.. φύσει
#6.. Σώκρατες
#7.. Δημοσθένη
#8.. πατράσιν
#9.. παθῶν
#10.. ἀνδρῶν
#11.. φύσεις (3)
#12.. πατέρας
#13.. ἱππέα
#14.. Δημόσθενες
#15.. πάτερ

II.

#1.. δηλοῦμεν
#2.. ἐδηλοῦτο (2)
#3.. δηλοῖ (7)
#4.. μενοῦμεν
#5.. ποιεῖτε
#6.. δηλώμεθα (2)
#7.. δηλούμεθα (2)
#8.. ποιῆσαι
#9.. δηλοῖο (2)
#10.. δηλοίη
#11.. μένομεν
#12.. δηλοῦσθαι (2)
#13.. μενεῖς
#14.. μένεις
#15.. δηλῶ (2)
#16.. ἐδήλου
#17.. ἐδηλοῦ (2)
#18.. δηλοῦν (4)
#19.. μένοντι (2)
#20.. μενοῦντι (2)
#21.. μενοῦσαν
#22.. δηλώσασα (2)
#23.. δηλούμενον (8)
#24.. μένον (3)
#25.. μενοῦν (3)
#26.. ποιοῦντι (2)
#27.. δηλῶν (2)
#28.. δηλώσων (2)
#29.. τετιμηκυίας (2)
#30.. δηλώσοντα (4)

III.
#1.. οὕτω φοβεροὶ οἱ στρατιῶται ὥστε νικηθήσονται.
#2.. οὕτω φοβεροὶ οἱ στρατιῶται ὥστε μὴ φυλάξαι τὴν γέφυραν.
#3.. οὕτω φοβεροὶ οἱ στρατιῶται ὥστε οὐκ ἐφυλάχθη ἡ γέφυρα.
#4.. οὕτω φοβεροὶ οἱ στρατιῶται ὥστε οὐκ ἐφύλαξαν τὴν γέφυραν.
#5.. οὕτω φοβεροὶ οἱ στρατιῶται ὥστε μὴ φυλαχθῆναι τὴν γέφυραν.

EXERCISES

I.
#1.. ἐν ταῖς πόλεσι ταῖς τῇ ἀληθείᾳ εὖ πολιτευομέναις οὐχ ὁ δῆμος ἀλλ' ὁ νόμος βασιλεύς· πᾶς γὰρ πολίτης τοῖς νόμοις πειθόμενος δίκαια πράττει ὥστε σῷζεσθαι τήν γε πόλιν ἐκ κινδύνων τε καὶ φόβων.
#2.. τῇ βασιλέως θυγατρὶ ἐδήλου ὁ ποιητὴς τὰ ποιήματα τὰ περὶ τῆς φύσεως γεγραμμένα.
#3.. ὦ πάτερ, ἐξενικήθησάν τε σύμπαντες οἱ πολέμιοι ὑπὸ τῶν στρατιωτῶν τῶν εὐγενῶν καὶ ἡ εὐδαίμων πόλις ἐσώθη. νικήσας γὰρ ταῦτ' ἀπήγγειλε καὶ τῇ βουλῇ καὶ τῇ ἐκκλησίᾳ ὁ στρατηγὸς ὁ μετὰ τὴν μάχην εἰς τὴν Ἀθηναίων πόλιν ἀποπεμφθείς. μενεῖ οὖν οὗτος ἐν πόλει μετὰ γε τῶν φίλων ὡς θυσίας τοῖς θεοῖς ἄξων.
#4.. εἰ ἄνευ ἐκείνων τῶν ἱππέων τῶν εὐδαιμόνων μὴ ἤθελον εἰς μάχην τάξασθαι οἱ ὁπλῖται ὑπέρ γε τοῦ τοὺς πολεμίους φυλάξασθαι, ἡ τῆς πόλεως ἀρχὴ ἀληθῶς ἂν ἐλύετο. ταύτην δὴ τὴν πόλιν ἀξιοῖμέν γ' ἀρχῆς.
#5.. ἀγαθόν τοι χρῆμα ἡ ἀρετὴ τοῖς γ' εὖ πεπαιδευμένοις.
#6.. ὦ σῶφρον θύγατερ, μὴ ἀδικήσῃς πεισθεῖσα τοῖς τούτου τοῦ κακοῦ ἱππέως λόγοις. εἰ γάρ ποτ' αἰσχρὰ ποιήσειας, οὔτοι τιμῷτο ἂν ἡ μήτηρ.
#7.. γράψαι ὁ Δημοσθένης μακρὸν λόγον περὶ τῶν ἐν πολέμῳ παθῶν τῶν φοβερῶν ὣστε τοὺς πολίτας μὴ λῦσαι τὴν εἰρήνην, καίπερ τοῦτ' ἐθέλοντας ποιῆσαι. εἰρήνην γὰρ ἄγοντες σῷζοιντ' ἄν.
#8.. τὰ χρήματ' ἐν ταῖς οἰκίαις λιποῦσαι αἱ σώφρονες ἔμενον ἐκεῖ παρὰ τῇ θαλάττῃ φυλαξόμεναι τοὺς πολεμίους.
#9.. οὕτω φοβερὸν τόδε γε τὸ πάθος ὥστε Δημοσθένη ἐθέλειν τελευτῆσαι. τοῦτον δὴ ἄθλου ἀξιώσωμέν ποτε τὸν αἰσχρὰ πράξαντα;
#10.. ἀληθῶς δὴ εὐδαίμων ἡ τοῖς γε τῆς πόλεως νόμοις πειθομένη καὶ ἅμα τόν τε πατέρα καὶ τὴν μητέρα τιμῶσα καὶ τοῖς θεοῖς θυσίας ἄγουσα καὶ μὴ ἄδικά ποτε πεπραχυῖα. αὕτη γάρ τοι καὶ θεοῖς καὶ ἀνθρώποις οὕτω φίλη ὥσθ' ὑφ' ἁπάντων τιμᾶται.
#11.. πότε ὑπέρ γε τούτων τῶν πόλεων τῷ τε πατρὶ τῶν θεῶν καὶ τῇ γῇ, μητρὶ καὶ θεῶν καὶ ἀνθρώπων, θύσει ὁ ἱερεὺς ὁ ἐκ τῆς πόλεως ἐκκαλούμενος;
#12.. τόν γε Σωκράτη τιμᾶσθαι ἀξιοῦμεν οἷα τούς τε πολίτας τὴν ἀληθῆ ἀρετὴν ἐκδιδάξαντα καὶ τὴν πόλιν ἀληθῶς εὐδαίμονα ποιοῦντα.
#13.. ἀγγείλω τῇ ἐκκλησίᾳ πάντα τὰ πάθη τὰ τῶν ἀνδρῶν οὓς ἐξῆγεν ὁ στρατηγός; ταῦτα γὰρ τῇ πάσῃ πόλει δηλοῦσα τὸν πόλεμον ἂν παύοιμι. ταῦτ' οὖν ἀγγελῶ.
#14.. πότε τὴν θυγατέρα τῇ θεῷ ἔθυσεν ὁ βασιλεὺς ὅπως ἐξαγάγοι τὸν στρατόν;
#15.. τῷ τὸν βασιλέα μὴ θῦσαι τῇ θεῷ τὴν θυγατέρα ἐκεκώλυτο ὁ πόλεμος ὥστ' εἰρήνην ἤγομεν.
#16.. οὔθ' ὁ χρυσὸς μένει οὔθ' ὁ ἄργυρος, ἀλλὰ μενεῖ ἥ γε δόξα τῶν εὐγενῶν τῶν τοῖς ποιηταῖς δεδιδαγμένων τὰ ἀγαθῶν ἀνδρῶν ἔργα.
#17.. τοῖς αἰξὶ τοῖς ἐν τῷ ἱερῷ τεθυμένοις τιμῶνται οἱ θεοὶ ὥστε σῷζουσι τὴν πόλιν. ἄνευ γὰρ θυσιῶν ἐχθροὶ οἱ θεοὶ καὶ καλοῦσι τοὺς πολεμίους εἰς τὴν γῆν ἐν μάχῃ νικήσοντας.
#18.. ἅτ' ἐκείνην τῆς ἡμέρας τελευτήσων τὸν βίον, ὁ Σωκράτης ἐδήλου τοῖς νεανίαις τὰ τῆς ἀρετῆς γένη.
#19.. ἄλλῳ τοι γένει ἀνθρώπων ἄλλο καλόν. νόμῳ γὰρ ποιεῖ πᾶς ἃ ἂν ποιῇ.
#20.. ὦ εὔδαιμον Σώκρατες, τὴν ἀρετῆς φύσιν τοῖς φίλοις δηλοῖς; ἐὰν γὰρ τὴν ἀρετὴν εὖ δηλοῖς, οὔτοι ἀδικήσουσιν, ἀλλ' εἰ μὴ τοῦτ' εὖ δηλοῖς, κακὰ ἂν πράττοιεν. καλῶς δὴ ποιεῖς ἅπαντα τὰ ἀγαθὰ δηλῶν.
#21.. μὴ πρὸ τοῦ τέλους τοῦ ἀγῶνος νικηθείς, ἄθλου ἠξιώθης ἄν.
#22.. εἰρήνην καλεῖς δὴ τὸ πολέμου τέλος;
#23.. τοῖς τε πατράσι καὶ ταῖς μητράσι τῶν στρατιωτῶν τῶν ἐν τῷδε τῷ πεδίῳ τεθαμμένων οὐκ ἱκανοὶ οἵ γε λόγοι οἱ ὑπὸ τοῦ ῥήτορος δηλούμενοι περὶ τῆς τε καλῆς δόξης καὶ τῆς ἐλευθερίας τῆς νῦν σεσωμένης.
#24.. πότε τελευτήσει τὰ τῶν γε διδασκάλων πάθη;
#25.. ἅτε αἰσχρὰ πράξασαν ἀπέπεμψεν ὁ ἀνὴρ τὴν θυγατέρα ἐξ ὀφθαλμῶν.
#26.. ἀγαθὸν δὴ τῇ πόλει τὸ τόν γε Σωκράτη τοὺς νεανίας ἐκπαιδεύειν.
#27.. τοὺς ἐν τέλει δώρων γραψώμεθα οἷα παρὰ τοὺς νόμους τὰ τοῦ δήμου κλέψαντας ὥστ' ἐνικᾶτο ἡ πόλις.
#28.. καίπερ οἶνον κεκλοφότες, εἰς δίκην ὅμως οὐ κληθήσονται.

READINGS

# A. Sophokles, Fragment 346 P

#1.. καλὸν φρονεῖν τὸν θνητὸν ἀνθρώποις ἴσα.

# B. Sophocles, Fragment 554 P

#1.. φιλεῖ γὰρ ἄνδρας πόλεμος ἀγρεύειν νέους.

# C. Menander, Monostichoi 299

#1.. καλὸν τὸ νικᾶν ἀλλ' ὑπερνικᾶν κακόν.

# D. Aristotle, Poetics, 1452b30-1453a12

#1.. ἐπειδὴ οὖν δεῖ τὴν σύνθεσιν εἶναι τῆς καλλίστης τραγῳδίας μὴ ἁπλῆν ἀλλὰ πεπλεγμένην καὶ ταύτην φοβερῶν καὶ ἐλεεινῶν εἶναι μιμητικήν (τοῦτο γὰρ ἴδιον τῆς τοιαύτης μιμήσεώς ἐστιν), πρῶτον μὲν δῆλον ὅτι οὔτε τοὺς ἐπιεικεῖς ἄνδρας δεῖ μεταβάλλοντας φαίνεσθαι ἐξ εὐτυχίας εἰς δυστυχίαν, οὐ γὰρ φοβερὸν οὐδὲ ἐλεεινὸν τοῦτο ἀλλὰ μιαρόν ἐστιν· οὔτε τοὺς μοχθηροὺς ἐξ ἀτυχίας εἰς εὐτυχίαν, ἀτραγῳδότατον γὰρ τοῦτ' ἐστὶ πάντων, οὐδὲν γὰρ ἔχει ὧν δεῖ, οὔτε γὰρ φιλάνθρωπον οὔτε ἐλεεινὸν οὔτε φοβερόν ἐστιν· οὐδ' αὖ τὸν σφόδρα πονηρὸν ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταπίπτειν· τὸ μὲν γὰρ φιλάνθρωπον ἔχοι ἂν ἡ τοιαύτη σύστασις ἀλλ' οὔτε ἔλεον οὔτε φόβον, ὁ μὲν γὰρ περὶ τὸν ἀνάξιόν ἐστιν δυστυχοῦντα, ὁ δὲ περὶ τὸν ὅμοιον, ἔλεος μὲν περὶ τὸν ἀνάξιον, φόβος δὲ περὶ τὸν ὅμοιον, ὥστε οὔτε ἐλεεινὸν οὔτε φοβερὸν ἔσται τὸ συμβαῖνον. ὁ μεταξὺ ἄρα τούτων λοιπός. ἔστι δὲ τοιοῦτος ὁ μήτε ἀρετῇ διαφέρων καὶ δικαιοσύνῃ μήτε διὰ κακίαν καὶ μοχθηρίαν μεταβάλλων εἰς τὴν δυστυχίαν ἀλλὰ δι' ἁμαρτίαν τινά, τῶν ἐν μεγάλῃ δόξῃ ὄντων καὶ εὐτυχίᾳ, οἷον Οἰδίπους καὶ Θυέστης καὶ οἱ ἐκ τῶν τοιούτων γενῶν ἐπιφανεῖς ἄνδρες.

# E. Euripides, Trojan Women, 15-27

#1.. ἔρημα δ' ἄλση καὶ θεῶν ἀνάκτορα
φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις
πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ
πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ
ἀλόχους τε καὶ τέκν' εἰσίδωσιν ἄσμενοι,
οἳ τήνδ' ἐπεστράτευσαν Ἕλληνες πόλιν.
ἐγὼ δέ--νικῶμαι γὰρ Ἀργείας θεοῦ
Ἥρας Ἀθάνας θ', αἳ συνεξεῖλον Φρύγας--
λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ' ἐμούς·
ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,
νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.