Hansen and Quinn: Unit 10, Greek Drills, Exercises, and Readings (with macrons)
DRILLS
I.
# καλός, καλή, καλόν
# εὐδαίμων, εὔδαιμον
# εὐγενής, εὐγενές
#1.. πατέρων
#2.. πάθη (3)
#3.. ἱππῆς
#4.. ἄνδρα
#5.. φύσει
#6.. Σώκρατες
#7.. Δημοσθένη
#8.. πατράσιν
#9.. παθῶν
#10.. ἀνδρῶν
#11.. φύσεις (3)
#12.. πατέρας
#13.. ἱππέᾱ
#14.. Δημόσθενες
#15.. πάτερ
II.
#1.. δηλοῦμεν
#2.. ἐδηλοῦτο (2)
#3.. δηλοῖ (7)
#4.. μενοῦμεν
#5.. ποιεῖτε
#6.. δηλώμεθα (2)
#7.. δηλούμεθα (2)
#8.. ποιῆσαι
#9.. δηλοῖο (2)
#10.. δηλοίη
#11.. μένομεν
#12.. δηλοῦσθαι (2)
#13.. μενεῖς
#14.. μένεις
#15.. δηλῶ (2)
#16.. ἐδήλου
#17.. ἐδηλοῦ (2)
#18.. δηλοῦν (4)
#19.. μένοντι (2)
#20.. μενοῦντι (2)
#21.. μενοῦσαν
#22.. δηλώσᾱσα (2)
#23.. δηλούμενον (8)
#24.. μένον (3)
#25.. μενοῦν (3)
#26.. ποιοῦντι (2)
#27.. δηλῶν (2)
#28.. δηλώσων (2)
#29.. τετῑμηκυίας (2)
#30.. δηλώσοντα (4)
III.
#1.. οὕτω φοβεροὶ οἱ στρατιῶται ὥστε νῑκηθήσονται.
#2.. οὕτω φοβεροὶ οἱ στρατιῶται ὥστε μὴ φυλάξαι τὴν γέφῡραν.
#3.. οὕτω φοβεροὶ οἱ στρατιῶται ὥστε οὐκ ἐφυλάχθη ἡ γέφῡρα.
#4.. οὕτω φοβεροὶ οἱ στρατιῶται ὥστε οὐκ ἐφύλαξαν τὴν γέφῡραν.
#5.. οὕτω φοβεροὶ οἱ στρατιῶται ὥστε μὴ φυλαχθῆναι τὴν γέφῡραν.
EXERCISES
I.
#1.. ἐν ταῖς πόλεσι ταῖς τῇ ἀληθείᾱͅ εὖ πολῑτευομέναις οὐχ ὁ δῆμος ἀλλ' ὁ νόμος βασιλεύς· πᾶς γὰρ πολί̄της τοῖς νόμοις πειθόμενος δίκαια πρά̄ττει ὥστε σῷζεσθαι τήν γε πόλιν ἐκ κινδύ̄νων τε καὶ φόβων.
#2.. τῇ βασιλέως θυγατρὶ ἐδήλου ὁ ποιητὴς τὰ ποιήματα τὰ περὶ τῆς φύσεως γεγραμμένα.
#3.. ὦ πάτερ, ἐξενῑκήθησάν τε σύμπαντες οἱ πολέμιοι ὑπὸ τῶν στρατιωτῶν τῶν εὐγενῶν καὶ ἡ εὐδαίμων πόλις ἐσώθη. νῑκήσᾱς γὰρ ταῦτ' ἀπήγγειλε καὶ τῇ βουλῇ καὶ τῇ ἐκκλησίᾱͅ ὁ στρατηγὸς ὁ μετὰ τὴν μάχην εἰς τὴν Ἀθηναίων πόλιν ἀποπεμφθείς. μενεῖ οὖν οὗτος ἐν πόλει μετὰ γε τῶν φίλων ὡς θυσίᾱς τοῖς θεοῖς ἄξων.
#4.. εἰ ἄνευ ἐκείνων τῶν ἱππέων τῶν εὐδαιμόνων μὴ ἤθελον εἰς μάχην τάξασθαι οἱ ὁπλῖται ὑπέρ γε τοῦ τοὺς πολεμίους φυλάξασθαι, ἡ τῆς πόλεως ἀρχὴ ἀληθῶς ἂν ἐλύ̄ετο. ταύτην δὴ τὴν πόλιν ἀξιοῖμέν γ' ἀρχῆς.
#5.. ἀγαθόν τοι χρῆμα ἡ ἀρετὴ τοῖς γ' εὖ πεπαιδευμένοις.
#6.. ὦ σῶφρον θύγατερ, μὴ ἀδικήσῃς πεισθεῖσα τοῖς τούτου τοῦ κακοῦ ἱππέως λόγοις. εἰ γάρ ποτ' αἰσχρὰ ποιήσειας, οὔτοι τῑμῷτο ἂν ἡ μήτηρ.
#7.. γράψαι ὁ Δημοσθένης μακρὸν λόγον περὶ τῶν ἐν πολέμῳ παθῶν τῶν φοβερῶν ὣστε τοὺς πολί̄τᾱς μὴ λῦσαι τὴν εἰρήνην, καίπερ τοῦτ' ἐθέλοντας ποιῆσαι. εἰρήνην γὰρ ἄγοντες σῷζοιντ' ἄν.
#8.. τὰ χρήματ' ἐν ταῖς οἰκίαις λιποῦσαι αἱ σώφρονες ἔμενον ἐκεῖ παρὰ τῇ θαλάττῃ φυλαξόμεναι τοὺς πολεμίους.
#9.. οὕτω φοβερὸν τόδε γε τὸ πάθος ὥστε Δημοσθένη ἐθέλειν τελευτῆσαι. τοῦτον δὴ ἄ̄θλου ἀξιώσωμέν ποτε τὸν αἰσχρὰ πρά̄ξαντα;
#10.. ἀληθῶς δὴ εὐδαίμων ἡ τοῖς γε τῆς πόλεως νόμοις πειθομένη καὶ ἅμα τόν τε πατέρα καὶ τὴν μητέρα τῑμῶσα καὶ τοῖς θεοῖς θυσίᾱς ἄγουσα καὶ μὴ ἄδικά ποτε πεπρᾱχυῖα. αὕτη γάρ τοι καὶ θεοῖς καὶ ἀνθρώποις οὕτω φίλη ὥσθ' ὑφ' ἁπάντων τῑμᾶται.
#11.. πότε ὑπέρ γε τούτων τῶν πόλεων τῷ τε πατρὶ τῶν θεῶν καὶ τῇ γῇ, μητρὶ καὶ θεῶν καὶ ἀνθρώπων, θύ̄σει ὁ ἱερεὺς ὁ ἐκ τῆς πόλεως ἐκκαλούμενος;
#12.. τόν γε Σωκράτη τῑμᾶσθαι ἀξιοῦμεν οἷα τούς τε πολί̄τᾱς τὴν ἀληθῆ ἀρετὴν ἐκδιδάξαντα καὶ τὴν πόλιν ἀληθῶς εὐδαίμονα ποιοῦντα.
#13.. ἀγγείλω τῇ ἐκκλησίᾱͅ πάντα τὰ πάθη τὰ τῶν ἀνδρῶν οὓς ἐξῆγεν ὁ στρατηγός; ταῦτα γὰρ τῇ πά̄σῃ πόλει δηλοῦσα τὸν πόλεμον ἂν παύοιμι. ταῦτ' οὖν ἀγγελῶ.
#14.. πότε τὴν θυγατέρα τῇ θεῷ ἔθῡσεν ὁ βασιλεὺς ὅπως ἐξαγάγοι τὸν στρατόν;
#15.. τῷ τὸν βασιλέᾱ μὴ θῦσαι τῇ θεῷ τὴν θυγατέρα ἐκεκώλῡτο ὁ πόλεμος ὥστ' εἰρήνην ἤγομεν.
#16.. οὔθ' ὁ χρῡσὸς μένει οὔθ' ὁ ἄργυρος, ἀλλὰ μενεῖ ἥ γε δόξα τῶν εὐγενῶν τῶν τοῖς ποιηταῖς δεδιδαγμένων τὰ ἀγαθῶν ἀνδρῶν ἔργα.
#17.. τοῖς αἰξὶ τοῖς ἐν τῷ ἱερῷ τεθυμένοις τῑμῶνται οἱ θεοὶ ὥστε σῷζουσι τὴν πόλιν. ἄνευ γὰρ θυσιῶν ἐχθροὶ οἱ θεοὶ καὶ καλοῦσι τοὺς πολεμίους εἰς τὴν γῆν ἐν μάχῃ νῑκήσοντας.
#18.. ἅτ' ἐκείνην τῆς ἡμέρᾱς τελευτήσων τὸν βίον, ὁ Σωκράτης ἐδήλου τοῖς νεᾱνίαις τὰ τῆς ἀρετῆς γένη.
#19.. ἄλλῳ τοι γένει ἀνθρώπων ἄλλο καλόν. νόμῳ γὰρ ποιεῖ πᾶς ἃ ἂν ποιῇ.
#20.. ὦ εὔδαιμον Σώκρατες, τὴν ἀρετῆς φύσιν τοῖς φίλοις δηλοῖς; ἐὰ̄ν γὰρ τὴν ἀρετὴν εὖ δηλοῖς, οὔτοι ἀδικήσουσιν, ἀλλ' εἰ μὴ τοῦτ' εὖ δηλοῖς, κακὰ ἂν πρά̄ττοιεν. καλῶς δὴ ποιεῖς ἅπαντα τὰ ἀγαθὰ δηλῶν.
#21.. μὴ πρὸ τοῦ τέλους τοῦ ἀγῶνος νῑκηθείς, ἄ̄θλου ἠξιώθης ἄν.
#22.. εἰρήνην καλεῖς δὴ τὸ πολέμου τέλος;
#23.. τοῖς τε πατράσι καὶ ταῖς μητράσι τῶν στρατιωτῶν τῶν ἐν τῷδε τῷ πεδίῳ τεθαμμένων οὐκ ἱκανοὶ οἵ γε λόγοι οἱ ὑπὸ τοῦ ῥήτορος δηλούμενοι περὶ τῆς τε καλῆς δόξης καὶ τῆς ἐλευθερίᾱς τῆς νῦν σεσωμένης.
#24.. πότε τελευτήσει τὰ τῶν γε διδασκάλων πάθη;
#25.. ἅτε αἰσχρὰ πρά̄ξᾱσαν ἀπέπεμψεν ὁ ἀνὴρ τὴν θυγατέρα ἐξ ὀφθαλμῶν.
#26.. ἀγαθὸν δὴ τῇ πόλει τὸ τόν γε Σωκράτη τοὺς νεᾱνίᾱς ἐκπαιδεύειν.
#27.. τοὺς ἐν τέλει δώρων γραψώμεθα οἷα παρὰ τοὺς νόμους τὰ τοῦ δήμου κλέψαντας ὥστ' ἐνῑκᾶτο ἡ πόλις.
#28.. καίπερ οἶνον κεκλοφότες, εἰς δίκην ὅμως οὐ κληθήσονται.
READINGS
# A. Sophokles, Fragment 346 P
#1.. καλὸν φρονεῖν τὸν θνητὸν ἀνθρώποις ἴσα.
# B. Sophocles, Fragment 554 P
#1.. φιλεῖ γὰρ ἄνδρας πόλεμος ἀγρεύειν νέους.
# C. Menander, Monostichoi 299
#1.. καλὸν τὸ νῑκᾶν ἀλλ' ὑπερνῑκᾶν κακόν.
# D. Aristotle, Poetics, 1452b30-1453a12
#1.. ἐπειδὴ οὖν δεῖ τὴν σύνθεσιν εἶναι τῆς καλλίστης τραγῳδίᾱς μὴ ἁπλῆν ἀλλὰ πεπλεγμένην καὶ ταύτην φοβερῶν καὶ ἐλεεινῶν εἶναι μῑμητικήν (τοῦτο γὰρ ἴδιον τῆς τοιαύτης μῑμήσεώς ἐστιν), πρῶτον μὲν δῆλον ὅτι οὔτε τοὺς ἐπιεικεῖς ἄνδρας δεῖ μεταβάλλοντας φαίνεσθαι ἐξ εὐτυχίᾱς εἰς δυστυχίᾱν, οὐ γὰρ φοβερὸν οὐδὲ ἐλεεινὸν τοῦτο ἀλλὰ μιαρόν ἐστιν· οὔτε τοὺς μοχθηροὺς ἐξ ἀτυχίᾱς εἰς εὐτυχίᾱν, ἀτραγῳδότατον γὰρ τοῦτ' ἐστὶ πάντων, οὐδὲν γὰρ ἔχει ὧν δεῖ, οὔτε γὰρ φιλάνθρωπον οὔτε ἐλεεινὸν οὔτε φοβερόν ἐστιν· οὐδ' αὖ τὸν σφόδρα πονηρὸν ἐξ εὐτυχίᾱς εἰς δυστυχίᾱν μεταπί̄πτειν· τὸ μὲν γὰρ φιλάνθρωπον ἔχοι ἂν ἡ τοιαύτη σύστασις ἀλλ' οὔτε ἔλεον οὔτε φόβον, ὁ μὲν γὰρ περὶ τὸν ἀνάξιόν ἐστιν δυστυχοῦντα, ὁ δὲ περὶ τὸν ὅμοιον, ἔλεος μὲν περὶ τὸν ἀνάξιον, φόβος δὲ περὶ τὸν ὅμοιον, ὥστε οὔτε ἐλεεινὸν οὔτε φοβερὸν ἔσται τὸ συμβαῖνον. ὁ μεταξὺ ἄρα τούτων λοιπός. ἔστι δὲ τοιοῦτος ὁ μήτε ἀρετῇ διαφέρων καὶ δικαιοσύνῃ μήτε διὰ κακίᾱν καὶ μοχθηρίᾱν μεταβάλλων εἰς τὴν δυστυχίᾱν ἀλλὰ δι' ἁμαρτίᾱν τινά, τῶν ἐν μεγάλῃ δόξῃ ὄντων καὶ εὐτυχίᾱͅ, οἷον Οἰδίπους καὶ Θυέστης καὶ οἱ ἐκ τῶν τοιούτων γενῶν ἐπιφανεῖς ἄνδρες.
# E. Euripides, Trojan Women, 15-27
#1.. ἔρημα δ' ἄλση καὶ θεῶν ἀνάκτορα
φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπί̄δων βάθροις
πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
πολὺς δὲ χρῡσὸς Φρύγιά τε σκῡλεύματα
πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ
πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ
ἀλόχους τε καὶ τέκν' εἰσίδωσιν ἄσμενοι,
οἳ τήνδ' ἐπεστράτευσαν Ἕλληνες πόλιν.
ἐγὼ δέ--νῑκῶμαι γὰρ Ἀργείᾱς θεοῦ
Ἥρᾱς Ἀθά̄νᾱς θ', αἳ συνεξεῖλον Φρύγας--
λείπω τὸ κλεινὸν Ἴ̄λιον βωμούς τ' ἐμούς·
ἐρημίᾱ γὰρ πόλιν ὅταν λάβῃ κακή,
νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τῑμᾶσθαι θέλει.