Hansen and Quinn: Unit 11, Greek Drills, Exercises, and Readings (without macrons)

DRILLS

I.

#1.. πέμψατε τὰ βιβλία.
#2.. μὴ ἄρχεσθε ὑπὸ τῶν κακῶν.
#3.. μὴ παυθῆτε ὑπὸ τῶν πολεμίων.
#4.. ποιείτω τόδε.
#5.. διδάχθητι ὑπὸ τῶν καλῶν.
#6.. πεμψάτω ὁ πατὴρ τὰ χρήματα.
#7.. παῦε τὰς αἰσχράς.
#8.. παύου, αἰσχρέ.
#9.. λιποῦ χρυσὸν ἐν τῇ οἰκίᾳ.
#10.. διδάξασθε τοὺς ξένους.
#11.. παῦσαι, ὦ νεανία.
#12.. τάττεσθε νῦν γε ὑπὲρ τῆς πόλεως.
#13.. πεμψάντων τὰ βιβλία.
#14.. τιμᾶτε τοὺς νικήσαντας.
#15.. λίπετε ταῦτα.
#16.. μὴ ἀγγείλῃς ταῦτα.
#17.. κάλεσον τὸν αἶγα.
#18.. ἀξιούτω τοῦτον τοῦ ἄθλου.
#19.. τύθητι, ὦ αἴξ.

II.

#1.. αὐτὸς ὁ Δημοσθένης
#2.. ὁ Δημοσθένης αὐτός
#3.. τῷ αὐτῷ βασιλεῖ
#4.. βασιλεῦσι τοῖς αὐτοῖς
#5.. οἱ πατέρες αὐτοί
#6.. αὐτοὶ οἱ πατέρες
#7.. αὐταὶ αἱ θυγατέρες
#8.. αἱ θυγατέρες αἱ αὐταί
#9.. αὐτὸς παιδεύω τοὺς ἀγαθούς.
#10.. αὐτὸς παιδεύω αὐτούς.
#11.. αὐταὶ παιδεύετε τοὺς αὐτοὺς πολίτας.
#12.. τοῖς ἔργοις τοῖς αὐτοῖς ἐπείσθη αὐτὸς ὁ Σωκράτης.
#13.. τοῖς αὐτοῖς λόγοις αὐτοὶ ἐπαιδεύσατ' αὐτούς.
#14.. αὐτοῖς τοῖς βασιλεῦσιν ἐπέμψαμεν αὐτάς.
#15.. ἐπαιδεύθησαν αὐτοὶ ὑπὸ τοῦ αὐτοῦ διδασκάλου.
#16.. Δημοσθένης αὐτὸς ἐτιμᾶτο ὑπ' αὐτῶν.
#17.. ἐτιμῶμεν αὐτὸν ὅπως τιμηθεῖμεν αὐτοί.
#18.. ἄνδρες οἱ αὐτοὶ καὶ νικήσουσιν αὐτοὺς καὶ σώσουσιν αὐτὴν τὴν πόλιν.

III.
#1.. ἐπεὶ τὴν πόλιν ἔσωσεν, ἐπέμφθη εἰς τὴν νῆσον.
#2.. ἐπειδὰν τὴν πόλιν σώσῃ, εἰς τὴν νῆσον πεμφθήσεται.
#3.. ὅταν τοῖς κακοῖς δουλεύῃς, οὐ πράττεις καλῶς.
#4.. ὅτε τοῖς κακοῖς ἐδούλευες, οὐκ ἔπραττες καλῶς.
#5.. ὅταν τοῖς κακοῖς δουλεύῃς, οὐ πράξεις καλῶς.
#6.. ὅτε τοῖς κακοῖς δουλεύοις, οὐκ ἔπραττες καλῶς.
#7.. ἐπειδὴ τὰς αἶγας τοῖς θεοῖς οὐκ ἔθυσας, οὐκ ἐτιμῶ.
#8.. ὅταν αἶγας τοῖς θεοῖς μὴ θύῃς, οὐ τιμᾷ.
#9.. ἐπειδὰν αἶγας τοῖς θεοῖς μὴ θύσῃς, οὐ τιμηθήσει.
#10.. ὅτε αἶγα τῇ θεῷ μὴ θύοις, οὐκ ἐτιμῶ.

IV.
#1.. τοὺς φίλους λύσας, ἔθυσε τοῖς θεοῖς.
#2.. τούτου τοὺς φίλους λύσαντος, ὁ ἱερεὺς τοῖς θεοῖς ἔθυσεν.
#3.. τῶν φίλων λυθέντων, ἔθυσε τοῖς θεοῖς.
#4.. τῶν πολεμίων τούς στρατιώτας νικησάντων, παυσώμεθα.
#5.. νικώντων τῶν πολεμίων, τὸν αὐτὸν ἄγγελον ἐπέμψαμεν.
#6.. νικωμένων τῶν Ἀθηναίων, ὁ βαρβάρων βασιλεὺς τὴν μάχην παῦσαι οὐκ ἤθελεν.
#7.. τοῦ στρατιώτου τὰ ὅπλα μὴ ἀπολιπόντος, οὐ νικηθησόμεθα.
#8.. τοῦ στρατιώτου τὰ ὅπλα οὐκ ἀπολιπόντος, οὐκ ἐνικήθημεν.

EXERCISES

I.
#1.. τοῦ αὐτοῦ γε ῥήτορος ἐκ τῆς νήσου ἥκοντος αὐτοὶ ἠκούσαμεν τάδε· Ἀκούετε, ὦ πολῖται. ἐπειδὰν οἱ ταύτης τῆς γυναικὸς φονεῖς εἰς ἀγορὰν ἥκωσι τὰ χρήματα λαβόντες, φόνου δίκην γράψομαί πως αὐτοὺς πάντας.
#2.. ὅτε φίλων χάριν αἰσχρὰ ποιοῖτε, ὦ θυγατέρες, ὑπὸ τῶν τε σωφρόνων καὶ τῶν δικαίων πάντων οὐκ ἐτιμᾶσθε κακῶς ἀκούουσαι. δίκαια οὖν πράττουσαι ἀξιώθητε τιμῆς.
#3.. οὔ τοι διὰ τὴν πραγμάτων ἐμπειρίαν ἀλλ' ἀγαθῇ πως τύχῃ πράττει ἃ ἂν πράττῃ ἐκεῖνος ὁ στρατηγὸς ὁ εὐτυχής. τιμώντων οὖν αὐτὸν οἱ πολῖται.
#4.. ὅταν οἱ ποιηταὶ βιβλία γράφωσι περὶ κακῶν τε καὶ ἀφρόνων γυναικῶν οἶνον κλεπτουσῶν καὶ αἰσχρὰ ποιουσῶν, οὐ βούλονται οἵ γε νεανίαι τοὺς νόμους τοὺς τῆς πόλεως φυλάττειν. ἐκείνους δὴ μὴ ἀξιώσητε ἄθλον ἐν τοῖς ἀγῶσιν.
#5.. τότε μὲν κατά γε τοὺς νόμους ἤρχετέ πως τοῦ δήμου ἀποδεχόμενοι τοὺς τῶν δικαίων λόγους, νῦν δὲ μετὰ τὸν τούτου τοῦ ῥήτορος φόνον τελευτήσετε τὸν βίον ὀκτὼ ἡμερῶν διὰ τὴν ὕβριν.
#6.. τῆς αὐτῆς νυκτὸς αὐτὸς ὁ Δημοσθένης οἷα ἐκ κινδύνων σωθεὶς κήρυκα τῇ γε μητρὶ πέμψαι ἐβουλήθη κελεύσοντα αὐτὴν οἶνόν τε καὶ ζῷα λαβοῦσαν καὶ τοὺς φίλους ἐκκαλοῦσαν θεοῖς τοῖς σωτῆρσι θῦσαι. ταῦτ' οὖν τοῦ κήρυκος ἀγγείλαντος, ἔθυσεν ἡ μήτηρ.
#7.. οὔτε ἀγαθὸς ψυχῇ οὔτε σώφρων ὃς ἄν ποτ' ἔρωτί τε καὶ σώματος κάλλει δουλεύων βούληται τὰ τῆς πόλεως πράττειν. πῶς γὰρ ἂν οὗτος ἄρχοι ἢ τῶν ἄλλων πολιτῶν ἢ καὶ αὐτῆς τῆς οἰκίας; τούτου δὴ τῆς πόλεως ἄρχοντος, νικηθησόμεθα.
#8.. ὦ γύναι, ὅταν ὁ βασιλεὺς θυσίαν ἀγάγῃ ὑπὲρ τοῦ Ἀθηναίων δήμου κακὰ πάσχοντος, λίθους λαβοῦσα μὴ βάλλε τούς γε ἱερέας. ἐὰν γὰρ τοῦτο ποιήσῃς, κακὰ πείσει.
#9.. ὅτε εἰς μάχην ταξαίμεθα τὴν πόλιν φυλάξοντες, τάς τε γυναῖκας καὶ τὰς θυγατέρας ἐν τῇ πόλει μετὰ τῶν γερόντων ἐλείπομεν.
#10.. ὦ ὁπλῖτα, εἴθε μὴ ἀποβάλοις τὰ ὅπλα. ἅμα γὰρ ταῦτα ἀποβαλὼν οὔτ' ἄν ποτ' ἐν μάχῃ σωθείης οὔτε καλῶς ἀκούσει ποτέ. μένων οὖν ἐνταῦθα δόξης ἀξιώθητι.
#11.. ἐπεί γε ταῦτ' ἀπήγγειλε τοῖς στρατιώταις ὁ κῆρυξ ἐκ τῆς χώρας ἥκων, οἱ ὁπλῖται οἱ εὐγενεῖς τοὺς τῶν βαρβάρων ἵππους βλάψαι ἐβουλήθησαν.
#12.. αἴτιός τοι τῆς τῶν Ἑλλήνων νίκης ὁ τῶν βαρβάρων ἡγεμών. οὐ γὰρ δὴ ἧκεν ἐν καιρῷ παρὰ τοὺς ἐν τῷ πεδίῳ καίπερ τὴν πόλιν λιπὼν ἅμα τῇ ἡμέρᾳ ὥστε ὁ στρατὸς σύμπας ἐξενικήθη. τοῦ δὲ στρατοῦ νικηθέντος, παύσατε τὸν πόλεμον.
#13.. τόνδε γε τὸν γέροντα μὴ λιπέτω ἐνταῦθα καίπερ ἐθέλοντα μένειν. τοῦδε γάρ τοι μένοντος ἐν τῇ πόλει, ὅπλοις τε καὶ λίθοις οὐ βουλήσονται πάντες ἐκείνους τοὺς πολεμίους τοὺς ἄφρονας βαλεῖν.
#14.. εἰς τὴν οἰκίαν δέδεξαι, ὦ Σώκρατες, καὶ φίλους καὶ ἐχθροὺς ὡς αὐτὸς παιδεύσων αὐτοὺς περὶ αὐτῆς τῆς ἀρετῆς. ἀλλὰ παῦσαι.
#15.. μετά γε τὸν ὑπὲρ ταύτης τῆς πόλεως ἀγῶνα τὸ νίκης ἆθλον, χρυσοῦ στέφανον, λιπών πως ἐν τῷ πεδίῳ ἥκεις ἐνταῦθα βουλόμενος τιμηθῆναι.
#16.. τοῖς γε σώφροσιν οὔτοι τὸ σώματος κάλλος ἀγαθόν, ἀλλ' οἱ τρόποι οἱ αὐτῆς τῆς ψυχῆς. ὅταν γὰρ τὸ σῶμα ὑπ' ἀδίκων ἀνδρῶν βλαβὲν κακὰ πάσχῃ, σῴζεταί πως ὑπὸ θεῶν ἡ τοῦ δικαίου ψυχή. καὶ τῆς ψυχῆς σῳζομένης, ὁ πᾶς ἄνθρωπος σῴζεται.
#17.. πέντε ἡμερῶν ἀκούσεσθε αὐτοὶ τῶν αὐτῶν κηρύκων τάδε· ὅτε τὴν νῆσον ἐλίπομεν, τῶν πολεμίων νικηθέντων ἐχόρευον οἱ ὀκτὼ χορευταί.
#18.. φύλαξ τῶν τε νόμων καὶ τῆς δημοκρατίας ὁ σὺν θεοῖς τρόπῳ δικαίῳ ἄρχων τοῦ δήμου.
#19.. πότε αὐταὶ κακὰ πάσχουσαι ἐκβαλεῖτέ πως ἐκ πόλεως τούσδε τοὺς ἄφρονας; ἐκβάλετ' αὐτούς.
#20.. τῶν μὲν ἀγαθῶν καὶ δικαίων καὶ ταύτης τῆς πόλεως σωτήρων ἀκούσατε, ὦ ἄνδρες, τἀληθῆ. ἐκείνων δὲ τῶν ῥητόρων τῶν ἀφρόνων καὶ ἀδίκων καὶ τούτου τοῦ πολέμου αἰτίων ἀκούσεσθε λόγους οὐ καλούς.
#21.. ἄγε δὴ ἄκουσον, ὦ γέρον· εἰσπεμφθέντων τῶν ἀγγέλων εἰς πόλιν ὑπὸ βασιλέως, ἀκούσονταί τοι πάντες οἱ πολῖται περὶ τῆς μάχης.
#22.. τῷ μὲν γένει ἀγαθοὶ οὗτοι, τοῖς δὲ τρόποις κακοί. κακῶς γάρ τοι τοῖς ῥήτορσι πεπαιδευμένοι κακὰ πράττουσι καὶ οἱ εὐγενεῖς. ταῦτα δηλούτω ποθ' ὁ Σωκράτης ὁ σώφρων.
#23.. οὐχ ὕβρις τόδε, τὸ τόν τε πατέρα καὶ αὐτὴν τὴν μητέρα ἀεὶ κακῶς ποιεῖν καὶ χρυσὸν καὶ ἀργύριον καὶ οἶνον ἐκ τῆς οἰκίας ἐκκλέπτειν καὶ θεοῖς μήτε θύειν μήτε χορεύειν;
#24.. οἷα τὸν δῆμον πείσας, διὰ ταύτην τὴν αἰτίαν, ὦ ἄνερ, ἐν πόλει μεῖνον.
#25.. καλοῦ ἀξιοῦντες τὴν αἰσχρὰν κακοῦ ἂν ἀξιοῖμεν τὴν σώφρονα, ἢ οὔ;
#26.. καὶ αἰσχρόν τοι καὶ ἄφρον τὸ τούς γ' ἐχθροὺς εἰς τὴν οἰκίαν εἰσδεξάμενον τοὺς φίλους ἀποπέμψαι.

READINGS

# A. Agathon, Fragment 6

#1.. τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνην.

# Chairemon, Fragment 19

#2.. ἁπαντα νικᾷ καὶ μεταστρέφει τύχη.

# B. Plato, Gorgias 469b12-c3

#1.. ΠΩΛΟΣ. σὺ ἄρα βούλοιο ἂν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν;
ΣΩΚΡΑΤΗΣ. βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερα· εἰ δ' ἀναγκαῖον εἴη ἀδικεῖν ἢ ἀδικεῖσθαι, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν.

# C. Aristotle, Poetics 1452a29-34, 1452a36-b1

#1.. ἀναγνώρισις δέ, ὥσπερ καὶ τοὔνομα σημαίνει, ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβολὴ ἢ εἰς φιλίαν ἢ εἰς ἔχθραν τῶν πρὸς εὐτυχίαν ἢ δυστυχίαν ὡρισμένων· καλλίστη δὲ ἀναγνώρισις, ὅταν ἅμα περιπέτειαι γίνωνται, οἷον ἔχει ἡ ἐν τῷ Οἰδίποδι. εἰσὶν μὲν οὖν καὶ ἄλλαι ἀναγνωρίσεις· . . . ἀλλ' ἡ μάλιστα τοῦ μύθου καὶ ἡ μάλιστα τῆς πράξεως ἡ εἰρημένη ἐστίν· ἡ γὰρ τοιαύτη ἀναγνώρισις καὶ περιπέτεια ἢ ἔλεον ἕξει ἢ φόβον, οἵων πράξεων ἡ τραγῳδία μίμησις. . . .

# D. Euripides, Fragment 32 Nauck

#1.. κακῆς ἀπ' ἀρχῆς γίγνεται τέλος κακόν.

# E. A drinking-song (called a σκόλιον, σκολίου, τό)
# D.L. Page, Lyrica Graeca Selecta 447)

#1.. ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ,
δεύτερον δὲ φυὴν ἀγαθὸν γενέσθαι,
τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως,
καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων.