Hansen and Quinn: Unit 11, Greek Drills, Exercises, and Readings (with macrons)

DRILLS

I.

#1.. πέμψατε τὰ βιβλία.
#2.. μὴ ἄρχεσθε ὑπὸ τῶν κακῶν.
#3.. μὴ παυθῆτε ὑπὸ τῶν πολεμίων.
#4.. ποιείτω τόδε.
#5.. διδάχθητι ὑπὸ τῶν καλῶν.
#6.. πεμψάτω ὁ πατὴρ τὰ χρήματα.
#7.. παῦε τὰ̄ς αἰσχρά̄ς.
#8.. παύου, αἰσχρέ.
#9.. λιποῦ χρῡσὸν ἐν τῇ οἰκίᾱͅ.
#10.. διδάξασθε τοὺς ξένους.
#11.. παῦσαι, ὦ νεᾱνίᾱ.
#12.. τάττεσθε νῦν γε ὑπὲρ τῆς πόλεως.
#13.. πεμψάντων τὰ βιβλία.
#14.. τῑμᾶτε τοὺς νῑκήσαντας.
#15.. λίπετε ταῦτα.
#16.. μὴ ἀγγείλῃς ταῦτα.
#17.. κάλεσον τὸν αἶγα.
#18.. ἀξιούτω τοῦτον τοῦ ἄ̄θλου.
#19.. τύθητι, ὦ αἴξ.

II.

#1.. αὐτὸς ὁ Δημοσθένης
#2.. ὁ Δημοσθένης αὐτός
#3.. τῷ αὐτῷ βασιλεῖ
#4.. βασιλεῦσι τοῖς αὐτοῖς
#5.. οἱ πατέρες αὐτοί
#6.. αὐτοὶ οἱ πατέρες
#7.. αὐταὶ αἱ θυγατέρες
#8.. αἱ θυγατέρες αἱ αὐταί
#9.. αὐτὸς παιδεύω τοὺς ἀγαθούς.
#10.. αὐτὸς παιδεύω αὐτούς.
#11.. αὐταὶ παιδεύετε τοὺς αὐτοὺς πολί̄τᾱς.
#12.. τοῖς ἔργοις τοῖς αὐτοῖς ἐπείσθη αὐτὸς ὁ Σωκράτης.
#13.. τοῖς αὐτοῖς λόγοις αὐτοὶ ἐπαιδεύσατ' αὐτούς.
#14.. αὐτοῖς τοῖς βασιλεῦσιν ἐπέμψαμεν αὐτά̄ς.
#15.. ἐπαιδεύθησαν αὐτοὶ ὑπὸ τοῦ αὐτοῦ διδασκάλου.
#16.. Δημοσθένης αὐτὸς ἐτῑμᾶτο ὑπ' αὐτῶν.
#17.. ἐτῑμῶμεν αὐτὸν ὅπως τῑμηθεῖμεν αὐτοί.
#18.. ἄνδρες οἱ αὐτοὶ καὶ νῑκήσουσιν αὐτοὺς καὶ σώσουσιν αὐτὴν τὴν πόλιν.

III.
#1.. ἐπεὶ τὴν πόλιν ἔσωσεν, ἐπέμφθη εἰς τὴν νῆσον.
#2.. ἐπειδὰν τὴν πόλιν σώσῃ, εἰς τὴν νῆσον πεμφθήσεται.
#3.. ὅταν τοῖς κακοῖς δουλεύῃς, οὐ πρά̄ττεις καλῶς.
#4.. ὅτε τοῖς κακοῖς ἐδούλευες, οὐκ ἔπρᾱττες καλῶς.
#5.. ὅταν τοῖς κακοῖς δουλεύῃς, οὐ πρά̄ξεις καλῶς.
#6.. ὅτε τοῖς κακοῖς δουλεύοις, οὐκ ἔπρᾱττες καλῶς.
#7.. ἐπειδὴ τὰ̄ς αἶγας τοῖς θεοῖς οὐκ ἔθῡσας, οὐκ ἐτῑμῶ.
#8.. ὅταν αἶγας τοῖς θεοῖς μὴ θύ̄ῃς, οὐ τῑμᾷ.
#9.. ἐπειδὰν αἶγας τοῖς θεοῖς μὴ θύ̄σῃς, οὐ τῑμηθήσει.
#10.. ὅτε αἶγα τῇ θεῷ μὴ θύ̄οις, οὐκ ἐτῑμῶ.

IV.
#1.. τοὺς φίλους λύ̄σᾱς, ἔθῡσε τοῖς θεοῖς.
#2.. τούτου τοὺς φίλους λύ̄σαντος, ὁ ἱερεὺς τοῖς θεοῖς ἔθῡσεν.
#3.. τῶν φίλων λυθέντων, ἔθῡσε τοῖς θεοῖς.
#4.. τῶν πολεμίων τούς στρατιώτᾱς νῑκησάντων, παυσώμεθα.
#5.. νῑκώντων τῶν πολεμίων, τὸν αὐτὸν ἄγγελον ἐπέμψαμεν.
#6.. νῑκωμένων τῶν Ἀθηναίων, ὁ βαρβάρων βασιλεὺς τὴν μάχην παῦσαι οὐκ ἤθελεν.
#7.. τοῦ στρατιώτου τὰ ὅπλα μὴ ἀπολιπόντος, οὐ νῑκηθησόμεθα.
#8.. τοῦ στρατιώτου τὰ ὅπλα οὐκ ἀπολιπόντος, οὐκ ἐνῑκήθημεν.

EXERCISES

I.
#1.. τοῦ αὐτοῦ γε ῥήτορος ἐκ τῆς νήσου ἥκοντος αὐτοὶ ἠκούσαμεν τάδε· Ἀκούετε, ὦ πολῖται. ἐπειδὰν οἱ ταύτης τῆς γυναικὸς φονεῖς εἰς ἀγορὰ̄ν ἥκωσι τὰ χρήματα λαβόντες, φόνου δίκην γράψομαί πως αὐτοὺς πάντας.
#2.. ὅτε φίλων χάριν αἰσχρὰ ποιοῖτε, ὦ θυγατέρες, ὑπὸ τῶν τε σωφρόνων καὶ τῶν δικαίων πάντων οὐκ ἐτῑμᾶσθε κακῶς ἀκούουσαι. δίκαια οὖν πρά̄ττουσαι ἀξιώθητε τῑμῆς.
#3.. οὔ τοι διὰ τὴν πρᾱγμάτων ἐμπειρίᾱν ἀλλ' ἀγαθῇ πως τύχῃ πρά̄ττει ἃ ἂν πρά̄ττῃ ἐκεῖνος ὁ στρατηγὸς ὁ εὐτυχής. τῑμώντων οὖν αὐτὸν οἱ πολῖται.
#4.. ὅταν οἱ ποιηταὶ βιβλία γράφωσι περὶ κακῶν τε καὶ ἀφρόνων γυναικῶν οἶνον κλεπτουσῶν καὶ αἰσχρὰ ποιουσῶν, οὐ βούλονται οἵ γε νεᾱνίαι τοὺς νόμους τοὺς τῆς πόλεως φυλάττειν. ἐκείνους δὴ μὴ ἀξιώσητε ἄ̄θλον ἐν τοῖς ἀγῶσιν.
#5.. τότε μὲν κατά γε τοὺς νόμους ἤρχετέ πως τοῦ δήμου ἀποδεχόμενοι τοὺς τῶν δικαίων λόγους, νῦν δὲ μετὰ τὸν τούτου τοῦ ῥήτορος φόνον τελευτήσετε τὸν βίον ὀκτὼ ἡμερῶν διὰ τὴν ὕβριν.
#6.. τῆς αὐτῆς νυκτὸς αὐτὸς ὁ Δημοσθένης οἷα ἐκ κινδύ̄νων σωθεὶς κήρῡκα τῇ γε μητρὶ πέμψαι ἐβουλήθη κελεύσοντα αὐτὴν οἶνόν τε καὶ ζῷα λαβοῦσαν καὶ τοὺς φίλους ἐκκαλοῦσαν θεοῖς τοῖς σωτῆρσι θῦσαι. ταῦτ' οὖν τοῦ κήρῡκος ἀγγείλαντος, ἔθῡσεν ἡ μήτηρ.
#7.. οὔτε ἀγαθὸς ψῡχῇ οὔτε σώφρων ὃς ἄν ποτ' ἔρωτί τε καὶ σώματος κάλλει δουλεύων βούληται τὰ τῆς πόλεως πρά̄ττειν. πῶς γὰρ ἂν οὗτος ἄρχοι ἢ τῶν ἄλλων πολῑτῶν ἢ καὶ αὐτῆς τῆς οἰκίᾱς; τούτου δὴ τῆς πόλεως ἄρχοντος, νῑκηθησόμεθα.
#8.. ὦ γύναι, ὅταν ὁ βασιλεὺς θυσίᾱν ἀγάγῃ ὑπὲρ τοῦ Ἀθηναίων δήμου κακὰ πάσχοντος, λίθους λαβοῦσα μὴ βάλλε τούς γε ἱερέᾱς. ἐὰ̄ν γὰρ τοῦτο ποιήσῃς, κακὰ πείσει.
#9.. ὅτε εἰς μάχην ταξαίμεθα τὴν πόλιν φυλάξοντες, τά̄ς τε γυναῖκας καὶ τὰ̄ς θυγατέρας ἐν τῇ πόλει μετὰ τῶν γερόντων ἐλείπομεν.
#10.. ὦ ὁπλῖτα, εἴθε μὴ ἀποβάλοις τὰ ὅπλα. ἅμα γὰρ ταῦτα ἀποβαλὼν οὔτ' ἄν ποτ' ἐν μάχῃ σωθείης οὔτε καλῶς ἀκούσει ποτέ. μένων οὖν ἐνταῦθα δόξης ἀξιώθητι.
#11.. ἐπεί γε ταῦτ' ἀπήγγειλε τοῖς στρατιώταις ὁ κῆρυξ ἐκ τῆς χώρᾱς ἥκων, οἱ ὁπλῖται οἱ εὐγενεῖς τοὺς τῶν βαρβάρων ἵππους βλάψαι ἐβουλήθησαν.
#12.. αἴτιός τοι τῆς τῶν Ἑλλήνων νί̄κης ὁ τῶν βαρβάρων ἡγεμών. οὐ γὰρ δὴ ἧκεν ἐν καιρῷ παρὰ τοὺς ἐν τῷ πεδίῳ καίπερ τὴν πόλιν λιπὼν ἅμα τῇ ἡμέρᾱͅ ὥστε ὁ στρατὸς σύμπᾱς ἐξενῑκήθη. τοῦ δὲ στρατοῦ νῑκηθέντος, παύσατε τὸν πόλεμον.
#13.. τόνδε γε τὸν γέροντα μὴ λιπέτω ἐνταῦθα καίπερ ἐθέλοντα μένειν. τοῦδε γάρ τοι μένοντος ἐν τῇ πόλει, ὅπλοις τε καὶ λίθοις οὐ βουλήσονται πάντες ἐκείνους τοὺς πολεμίους τοὺς ἄφρονας βαλεῖν.
#14.. εἰς τὴν οἰκίᾱν δέδεξαι, ὦ Σώκρατες, καὶ φίλους καὶ ἐχθροὺς ὡς αὐτὸς παιδεύσων αὐτοὺς περὶ αὐτῆς τῆς ἀρετῆς. ἀλλὰ παῦσαι.
#15.. μετά γε τὸν ὑπὲρ ταύτης τῆς πόλεως ἀγῶνα τὸ νί̄κης ἆθλον, χρῡσοῦ στέφανον, λιπών πως ἐν τῷ πεδίῳ ἥκεις ἐνταῦθα βουλόμενος τῑμηθῆναι.
#16.. τοῖς γε σώφροσιν οὔτοι τὸ σώματος κάλλος ἀγαθόν, ἀλλ' οἱ τρόποι οἱ αὐτῆς τῆς ψῡχῆς. ὅταν γὰρ τὸ σῶμα ὑπ' ἀδίκων ἀνδρῶν βλαβὲν κακὰ πάσχῃ, σῴζεταί πως ὑπὸ θεῶν ἡ τοῦ δικαίου ψῡχή. καὶ τῆς ψῡχῆς σῳζομένης, ὁ πᾶς ἄνθρωπος σῴζεται.
#17.. πέντε ἡμερῶν ἀκούσεσθε αὐτοὶ τῶν αὐτῶν κηρύ̄κων τάδε· ὅτε τὴν νῆσον ἐλίπομεν, τῶν πολεμίων νῑκηθέντων ἐχόρευον οἱ ὀκτὼ χορευταί.
#18.. φύλαξ τῶν τε νόμων καὶ τῆς δημοκρατίᾱς ὁ σὺν θεοῖς τρόπῳ δικαίῳ ἄρχων τοῦ δήμου.
#19.. πότε αὐταὶ κακὰ πάσχουσαι ἐκβαλεῖτέ πως ἐκ πόλεως τούσδε τοὺς ἄφρονας; ἐκβάλετ' αὐτούς.
#20.. τῶν μὲν ἀγαθῶν καὶ δικαίων καὶ ταύτης τῆς πόλεως σωτήρων ἀκούσατε, ὦ ἄνδρες, τἀ̄ληθῆ. ἐκείνων δὲ τῶν ῥητόρων τῶν ἀφρόνων καὶ ἀδίκων καὶ τούτου τοῦ πολέμου αἰτίων ἀκούσεσθε λόγους οὐ καλούς.
#21.. ἄγε δὴ ἄκουσον, ὦ γέρον· εἰσπεμφθέντων τῶν ἀγγέλων εἰς πόλιν ὑπὸ βασιλέως, ἀκούσονταί τοι πάντες οἱ πολῖται περὶ τῆς μάχης.
#22.. τῷ μὲν γένει ἀγαθοὶ οὗτοι, τοῖς δὲ τρόποις κακοί. κακῶς γάρ τοι τοῖς ῥήτορσι πεπαιδευμένοι κακὰ πρά̄ττουσι καὶ οἱ εὐγενεῖς. ταῦτα δηλούτω ποθ' ὁ Σωκράτης ὁ σώφρων.
#23.. οὐχ ὕβρις τόδε, τὸ τόν τε πατέρα καὶ αὐτὴν τὴν μητέρα ἀεὶ κακῶς ποιεῖν καὶ χρῡσὸν καὶ ἀργύριον καὶ οἶνον ἐκ τῆς οἰκίᾱς ἐκκλέπτειν καὶ θεοῖς μήτε θύ̄ειν μήτε χορεύειν;
#24.. οἷα τὸν δῆμον πείσᾱς, διὰ ταύτην τὴν αἰτίᾱν, ὦ ἄνερ, ἐν πόλει μεῖνον.
#25.. καλοῦ ἀξιοῦντες τὴν αἰσχρὰ̄ν κακοῦ ἂν ἀξιοῖμεν τὴν σώφρονα, ἢ οὔ;
#26.. καὶ αἰσχρόν τοι καὶ ἄφρον τὸ τούς γ' ἐχθροὺς εἰς τὴν οἰκίᾱν εἰσδεξάμενον τοὺς φίλους ἀποπέμψαι.

READINGS

# A. Agathon, Fragment 6

#1.. τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνην.

# Chairemon, Fragment 19

#2.. ἁπαντα νῑκᾷ καὶ μεταστρέφει τύχη.

# B. Plato, Gorgias 469b12-c3

#1.. ΠΩΛΟΣ. σὺ ἄρα βούλοιο ἂν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν;
ΣΩΚΡΑΤΗΣ. βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερα· εἰ δ' ἀναγκαῖον εἴη ἀδικεῖν ἢ ἀδικεῖσθαι, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν.

# C. Aristotle, Poetics 1452a29-34, 1452a36-b1

#1.. ἀναγνώρισις δέ, ὥσπερ καὶ τοὔνομα σημαίνει, ἐξ ἀγνοίᾱς εἰς γνῶσιν μεταβολὴ ἢ εἰς φιλίᾱν ἢ εἰς ἔχθρᾱν τῶν πρὸς εὐτυχίᾱν ἢ δυστυχίᾱν ὡρισμένων· καλλίστη δὲ ἀναγνώρισις, ὅταν ἅμα περιπέτειαι γί̄νωνται, οἷον ἔχει ἡ ἐν τῷ Οἰδίποδι. εἰσὶν μὲν οὖν καὶ ἄλλαι ἀναγνωρίσεις· . . . ἀλλ' ἡ μάλιστα τοῦ μύ̄θου καὶ ἡ μάλιστα τῆς πρά̄ξεως ἡ εἰρημένη ἐστίν· ἡ γὰρ τοιαύτη ἀναγνώρισις καὶ περιπέτεια ἢ ἔλεον ἕξει ἢ φόβον, οἵων πρά̄ξεων ἡ τραγῳδίᾱ μί̄μησις. . . .

# D. Euripides, Fragment 32 Nauck

#1.. κακῆς ἀπ' ἀρχῆς γίγνεται τέλος κακόν.

# E. A drinking-song (called a σκόλιον, σκολίου, τό)
# D.L. Page, Lyrica Graeca Selecta 447)

#1.. ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ,
δεύτερον δὲ φυὴν ἀγαθὸν γενέσθαι,
τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως,
καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων.