Hansen and Quinn: Unit 12, Greek Drills, Exercises, and Readings (without macrons)
DRILLS
I. [For the forms of ἵστημι below, an asterisk indicates a long iota; forms without the asterisk have a short iota.]
#1.. δίδως
#2.. διδῶτε
#3.. ἐδίδοτε
#4.. διδοίησαν
#5.. ἐδίδου
#6.. δίδου
#7.. διδῶσθε (2)
#8.. δώσετε
#9.. ἐδίδοσο (2)
#10.. τίθετε (2)
#11.. τίθησι
#12.. τιθῆτε
#13.. τιθῇ (3)
#14.. τιθέτω
#15.. τίθεσθαι (2)
#16.. ἐτίθεσαν
#17.. τίθεσθε (4)
#18.. τιθοῖσθε (2)
#19.. ἵστη
#20.. ἵστη *
#21.. ἵστασαν *
#22.. ἱσταίης
#23.. ἵστασθε (2) *
#24.. ἱστάσθω (2)
#25.. ἱστῆσθε (2)
#26.. ἱστάναι
#27.. ἱστάντων
II.
#1.. ἐὰν τὸ ἀργύριον ἐν τῷδε τῷ ἱερῷ τιθῶμεν, ζῷα τῇ θεῷ οὐ δώσομεν.
#2.. τεθαμμένου τοῦ γε Σωκράτους, ὦ πολῖται, στεφάνους μὴ δίδοτε τούτοις δὴ τοῖς ῥήτορσι τοῖς ἄφροσιν, ἀλλὰ λίθοις αὐτοὺς βάλλετε.
#3.. ὅτε νόμους τιθείησαν ἀγαθούς, οἱ πάλαι βασιλῆς ἐδίδοσαν ἀγαθὰ τοῖς ἀρχομένοις ὥστε καλῶς ἀκούειν ὑπὸ πάντων.
#4.. εἰ τὰ ὅπλα παρὰ τῇ γεφύρᾳ μὴ ἱσταῖτε, τὸ νίκης ἆθλον οὐκ ἂν λάβοισθε. νῦν δὴ στήσατε αὐτὰ ἐκεῖ.
#5.. ἐπειδὴ τὸν κήρυκα τὸν παρὰ βασιλέως ἐδέξατο ὁ ἱερεύς, οἱ ῥήτορες ἵσταντο ἐν ἀγορᾷ ὡς τήν τ' εἰρήνην λύσοντες καὶ κακοὺς θήσοντες νόμους.
III.
#1.. φοβεῖται μὴ λύηται ἡ εἰρήνη.
#2.. ἐφοβεῖτο μὴ λύοιτο ἡ εἰρήνη.
#3.. ἐφοβεῖτο μὴ ἐλύθη ἡ εἰρήνη.
#4.. φοβεῖται μὴ λύεται ἡ εἰρήνη.
#5.. φοβούμεθα μὴ οὐ παιδευθῶμεν εὖ.
#6.. φοβούμεθα μὴ οὐ παιδευόμεθα εὖ.
EXERCISES
I.
#1.. πόθεν κατεπέμφθης εἰς ταύτην γε τὴν πόλιν ὅπως τοῖς ἐννέα καλοῖς γραφεῦσι, τοῖς τῶν θεῶν ἑρμηνεῦσι, δῶρά πως διδοίης αὐτή; τῇ γὰρ γραφικῇ τὴν τῆς ἀρετῆς φύσιν τοῖς νεανίαις ἀληθῶς που δεδηλώκασιν οὗτοι. δικαίως οὖν τιμηθέντων ὑπὸ πάντων.
#2.. πῶς μόνη διδαχθῶ πρὸς τῇ ῥητορικῇ τὴν γραφικὴν ὑπὸ τοῦδε τοῦ αἰσχροῦ ζωγράφου τοῦ θυσίας οὐδὲ ταῖς μούσαις ἀγαγόντος ποτέ;
#3.. καὶ ὁ Ὅμηρος καὶ ὁ Δημοσθένης γραφῆς ὑπὸ πάντων που τιμώμενοι, ἀλλὰ ῥήτωρ μὲν οὗτος, ἐκεῖνος δὲ ποιητής. τιμάτω αὐτοὺς ὅ γε δῆμος.
#4.. δίδαξαι τὸν ἀδελφόν γε τὴν γραφικήν. ἄνευ γὰρ ταύτης τῆς τέχνης οὔτε γράφεταί ποτε καλὰ βιβλία ὑπ' ἀνδρῶν τῶν γραφέων καλουμένων οὔτε καλῶς ἀκούουσιν οὗτοι ὑπό γε τῶν σοφῶν.
#5.. πρὸς τῶν ἀθανάτων μὴ φιλεῖτε τούς γε δέκα οἵ δῶρ' ἐδίδοσαν τοῖς ἐν τέλει εἰσάξοντες εἰς τὴν γῆν τοὺς πολεμίους. ἀλλὰ τιμήσατε δὴ Δημοσθένη ἅτε τὴν πόλιν σώσαντα.
#6.. ἐπειδὴ μόνοι οἱ θεοὶ τὰ καλὰ διδόασι τὴν πόλιν σῴζοντες, τούς γε θεοὺς φοβούμενος πείθου μᾶλλον τοῖς νόμοις οὓς ἐκεῖνοι τοῖς ἀνθρώποις τιθέασιν ἢ τούτοις οὓς οἱ ἄνθρωποί πως τίθενται.
#7.. καλός τοι δημιουργὸς ἐκεῖνος ὁ θεὸς ὁ τήν τε γῆν καὶ τὰ ζῷα καὶ τοὺς ἀνθρώπους οὕτως εὖ πεποιηκώς.
#8.. δημιουργὸς τῆς πόλεως καλείσθω οὗτος ὃς ἂν δικαίως τοὺς νόμους τοῖς πολίταις τιθῇ.
#9.. ἐτίθει μὲν ὁ βασιλεὺς νόμους τοῖς ἀρχομένοις, τίθενται δὲ νῦν νόμους ἔν γε ταῖς ἐκκλησίαις οἱ πολῖται οἱ ἐν ταῖς ἐλευθέραις πόλεσι πολιτευόμενοι.
#10.. τῆς γε πρώτης ἡμέρας συνιστάμεθά που ἐν τῇ οἰκίᾳ τοὺς τοῦ σοφοῦ Σωκράτους λόγους τοὺς περὶ τῆς ἀνθρώπου φύσεως ἀκουσόμενοι.
#11.. αἰσχροὶ δὴ καὶ ἄξιοι τοῖς πολίταις θανάτου πάντες οὗτοι οἱ κακοὶ ῥήτορες οἳ ἂν δῶρα λαβόντες τὴν πόλιν τῷ τῶν βαρβάρων βασιλεῖ χρυσοῦ ἢ ἀργύρου ἀποδιδῶνται. μὴ οὖν ἀποδιδόσθων τὰς πάντων οἰκίας.
#12.. οὐκ ἂν ἀποδιδοῖτό ποθ' ὅ γε σοφὸς τὴν ἀρετὴν χρυσοῦ. ὁ γὰρ χρυσὸς οὐκ ἀεὶ μενεῖ, ἀλλ' ἀθάνατος ἡ τῆς ἀρετῆς δόξα.
#13.. πόθεν ἥξουσιν οἱ πολέμιοι; ποῦ ταξώμεθα οἱ ὁπλῖται; ποῖ βούλεσθ' ἐξαγαγεῖν τοὺς ἱππέας; πῶς ἂν ἐκσωθείη ἐκ κινδύνων ἡ πόλις καὶ καλῶς ἀκούσαι; νίκην διδοίησάν πως ἀεὶ οἱ θεοὶ τοῖς γε κακὰ παθοῦσιν. ἔπειτα ἱστάσθων τὰ ὅπλα ἐν τῷ ἱερῷ οἱ νικήσαντες.
#14.. ἄδηλοι δὴ οἱ λόγοι οὓς τοῦ βαρβάρου ἑρμηνέως ἐν τῇ βουλῇ ἠκούσαμεν, ἀλλὰ φοβούμεθα μὴ οὐ τελευτᾷ ὁ πόλεμος.
#15.. ἐὰν μὴ κωλύσῃς ποτὲ τὸν ἀδικοῦντα, μὴ ἐκείνῳ γε συναδικήσῃς, ὦ ῥῆτορ, ἀλλὰ πείθου τοῖς τῆς πόλεως νόμοις.
#16.. ἀληθεῖς τοι φίλοι οἱ τῇ ἀληθείᾳ ἀλλήλους φιλοῦντες, ἀλλ' οὔτοι φίλοι οἳ ἂν φοβῶνται μὴ ὑπ' ἀλλήλων βλαφθῶσιν.
#17.. ὅτε γε συνισταῖντο πρὸς ἀλλήλας αἱ τῶν Ἑλλήνων πόλεις, τότε δὴ συνήρχομεν τῶν βαρβάρων. νῦν δὲ ἀλλήλους ἀντ' ἐκείνων βλάπτομεν ὥστε τούς γε σοφοὺς φοβηθῆναι μὴ ὑπ' ἐκείνων ἀρχώμεθα αὐτοί.
#18.. οὐκ ἀπεδέξατό που ὁ βασιλεὺς τοὺς τοῦ ἱερέως λόγους τοὺς περὶ τοῦ τὴν θυγατέρα τυθῆναι. ταύτην γὰρ φιλῶν ὁ πατὴρ οὐκ ἠξίου τελευτᾶν.
#19.. ἀγαθόν γε τὸ τὸν ἄδικον δίκην διδόναι ἁπάντων τῶν κακῶς πεπραγμένων.
#20.. ποῖ τοὺς δέκα κήρυκας ἐξαγάγωμεν πρὸς τοὺς βαρβάρους ἀπαγγελοῦντας τάδε· καίπερ τὴν εἰρήνην φιλοῦντες μᾶλλον ἢ τὸν πόλεμον, ἐάν γε τὴν πόλιν πρῶτοι ἀδικῆτε, καταλύσομεν τὴν εἰρήνην ἅτε βλαπτόμενοι;
#21.. ταῦτα τὰ ὅπλα θεοῖς τοῖς σωτῆρσι ἀνατίθησι βασιλεὺς ἐν μάχῃ νικήσας.
#22.. καθίστη πως εἰς τὴν ἀρχὴν τοὺς ἀγαθοὺς καὶ σοφοὺς καλουμένους.
#23.. τοὺς πολίτας ἐβουλήθην ἀποστῆσαι ἀπὸ τῆς Ἀθηναίων ἀρχῆς, ἀλλ' ἐκεῖνοι φοβηθέντες οὔτ' ἀφίσταντό ποτ' οὔτε ὑπὲρ τῆς ἐλευθερίας λόγους γ' ἐποιοῦντο.
#24.. ἄλλῳ τοι ἄλλην τέχνην ἐδίδου ὁ θεός· τῷ μὲν γὰρ Ὁμήρῳ καὶ τοῖς τὰ ἔπη ποιοῦσι τὴν ποιητικήν, τῷ δὲ Δημοσθένει καὶ ἄλλοις τοῖς ἐν τῇ ἐκκλησίᾳ τοὺς πολίτας λόγοις πείθουσι τὴν ῥητορικήν.
READINGS
# A. Sophokles, Fragment 256 P
#1.. πρὸς τὴν Ἀνάγκην οὐδ' Ἄρης ἀνθίσταται.
# B. Euripides, Bacchae 848, 847
#1.. γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,
ἥξει δὲ Βάκχας, οὗ θανὼν δώσει δίκην.
# C. Euripides, Elektra 1018-1034
#1.. ἡμᾶς δέδωκε Τυνδάρεως τῷ σῷ πατρί,
οὐχ ὥστε θνῄσκειν, οὐδ' ἃ γεινάμην ἐγώ.
κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως
λέκτροισι πείσας ᾤχετ' ἐκ δόμων ἄγων
πρυμνοῦχον Αὖλιν, ἔνθ' ὑπερτείνας πυρᾶς
λευκὴν διήμησ' Ἰφιγόνης παρηΐδα.
κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,
ἢ δῶμ' ὀνήσων τἄλλα τ' ἐκσῴζων τέκνα,
ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ' ἂν ἦν·
νῦν δ' οὕνεχ' Ἑλένη μάργος ἦν ὅ τ' αὖ λαβὼν
ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
τούτων ἕκατι παῖδ' ἐμὴν διώλεσεν.
ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη
οὐκ ἠγριώμην οὐδ' ἂν ἔκτανον πόσιν·
ἀλλ' ἦλθ' ἔχων μοι μαινάδ' ἔνθεον κόρην
λέκτροις τ' ἐπεισέφρηκε καὶ νύμφα δύο
ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.
# D. Lysias, Against Diogeiton 19
#1.. ἀξιῶ τοίνυν, ὦ ἄνδρες δικασταί, τῷ λογισμῷ προσέχειν τὸν νοῦν, ἵνα τοὺς μὲν νεανίσκους διὰ τὸ μέγεθος τῶν συμφορῶν ἐλεήσητε, τοῦτον δ' ἅπασι τοῖς πολίταις ἄξιον ὀργῆς ἡγήσησθε. εἰς τοσαύτην γὰρ ὑποψίαν Διογείτων πάντας ἀνθρώπους πρὸς ἀλλήλους καθίστησιν, ὥστε μήτε ζῶντας μήτε ἀποθνῄσκοντας μηδὲν μᾶλλον τοῖς οἰκειοτάτοις ἢ τοῖς ἐχθίστοις πιστεύειν.