Hansen and Quinn: Unit 12, Greek Drills, Exercises, and Readings (with macrons)

DRILLS

I.
#1.. δίδως
#2.. διδῶτε
#3.. ἐδίδοτε
#4.. διδοίησαν
#5.. ἐδίδου
#6.. δίδου
#7.. διδῶσθε (2)
#8.. δώσετε
#9.. ἐδίδοσο (2)
#10.. τίθετε (2)
#11.. τίθησι
#12.. τιθῆτε
#13.. τιθῇ (3)
#14.. τιθέτω
#15.. τίθεσθαι (2)
#16.. ἐτίθεσαν
#17.. τίθεσθε (4)
#18.. τιθοῖσθε (2)
#19.. ἵστη
#20.. ἵ̄στη
#21.. ἵ̄στασαν
#22.. ἱσταίης
#23.. ἵ̄στασθε (2)
#24.. ἱστάσθω (2)
#25.. ἱστῆσθε (2)
#26.. ἱστάναι
#27.. ἱστάντων

II.
#1.. ἐὰ̄ν τὸ ἀργύριον ἐν τῷδε τῷ ἱερῷ τιθῶμεν, ζῷα τῇ θεῷ οὐ δώσομεν.
#2.. τεθαμμένου τοῦ γε Σωκράτους, ὦ πολῖται, στεφάνους μὴ δίδοτε τούτοις δὴ τοῖς ῥήτορσι τοῖς ἄφροσιν, ἀλλὰ λίθοις αὐτοὺς βάλλετε.
#3.. ὅτε νόμους τιθείησαν ἀγαθούς, οἱ πάλαι βασιλῆς ἐδίδοσαν ἀγαθὰ τοῖς ἀρχομένοις ὥστε καλῶς ἀκούειν ὑπὸ πάντων.
#4.. εἰ τὰ ὅπλα παρὰ τῇ γεφύ̄ρᾱͅ μὴ ἱσταῖτε, τὸ νί̄κης ἆθλον οὐκ ἂν λάβοισθε. νῦν δὴ στήσατε αὐτὰ ἐκεῖ.
#5.. ἐπειδὴ τὸν κήρῡκα τὸν παρὰ βασιλέως ἐδέξατο ὁ ἱερεύς, οἱ ῥήτορες ἵ̄σταντο ἐν ἀγορᾷ ὡς τήν τ' εἰρήνην λύ̄σοντες καὶ κακοὺς θήσοντες νόμους.

III.
#1.. φοβεῖται μὴ λύ̄ηται ἡ εἰρήνη.
#2.. ἐφοβεῖτο μὴ λύ̄οιτο ἡ εἰρήνη.
#3.. ἐφοβεῖτο μὴ ἐλύθη ἡ εἰρήνη.
#4.. φοβεῖται μὴ λύ̄εται ἡ εἰρήνη.
#5.. φοβούμεθα μὴ οὐ παιδευθῶμεν εὖ.
#6.. φοβούμεθα μὴ οὐ παιδευόμεθα εὖ.

EXERCISES

I.
#1.. πόθεν κατεπέμφθης εἰς ταύτην γε τὴν πόλιν ὅπως τοῖς ἐννέα καλοῖς γραφεῦσι, τοῖς τῶν θεῶν ἑρμηνεῦσι, δῶρά πως διδοίης αὐτή; τῇ γὰρ γραφικῇ τὴν τῆς ἀρετῆς φύσιν τοῖς νεᾱνίαις ἀληθῶς που δεδηλώκᾱσιν οὗτοι. δικαίως οὖν τῑμηθέντων ὑπὸ πάντων.
#2.. πῶς μόνη διδαχθῶ πρὸς τῇ ῥητορικῇ τὴν γραφικὴν ὑπὸ τοῦδε τοῦ αἰσχροῦ ζωγράφου τοῦ θυσίᾱς οὐδὲ ταῖς μούσαις ἀγαγόντος ποτέ;
#3.. καὶ ὁ Ὅμηρος καὶ ὁ Δημοσθένης γραφῆς ὑπὸ πάντων που τῑμώμενοι, ἀλλὰ ῥήτωρ μὲν οὗτος, ἐκεῖνος δὲ ποιητής. τῑμά̄τω αὐτοὺς ὅ γε δῆμος.
#4.. δίδαξαι τὸν ἀδελφόν γε τὴν γραφικήν. ἄνευ γὰρ ταύτης τῆς τέχνης οὔτε γράφεταί ποτε καλὰ βιβλία ὑπ' ἀνδρῶν τῶν γραφέων καλουμένων οὔτε καλῶς ἀκούουσιν οὗτοι ὑπό γε τῶν σοφῶν.
#5.. πρὸς τῶν ἀθανάτων μὴ φιλεῖτε τούς γε δέκα οἵ δῶρ' ἐδίδοσαν τοῖς ἐν τέλει εἰσάξοντες εἰς τὴν γῆν τοὺς πολεμίους. ἀλλὰ τῑμήσατε δὴ Δημοσθένη ἅτε τὴν πόλιν σώσαντα.
#6.. ἐπειδὴ μόνοι οἱ θεοὶ τὰ καλὰ διδόᾱσι τὴν πόλιν σῴζοντες, τούς γε θεοὺς φοβούμενος πείθου μᾶλλον τοῖς νόμοις οὓς ἐκεῖνοι τοῖς ἀνθρώποις τιθέᾱσιν ἢ τούτοις οὓς οἱ ἄνθρωποί πως τίθενται.
#7.. καλός τοι δημιουργὸς ἐκεῖνος ὁ θεὸς ὁ τήν τε γῆν καὶ τὰ ζῷα καὶ τοὺς ἀνθρώπους οὕτως εὖ πεποιηκώς.
#8.. δημιουργὸς τῆς πόλεως καλείσθω οὗτος ὃς ἂν δικαίως τοὺς νόμους τοῖς πολί̄ταις τιθῇ.
#9.. ἐτίθει μὲν ὁ βασιλεὺς νόμους τοῖς ἀρχομένοις, τίθενται δὲ νῦν νόμους ἔν γε ταῖς ἐκκλησίαις οἱ πολῖται οἱ ἐν ταῖς ἐλευθέραις πόλεσι πολῑτευόμενοι.
#10.. τῆς γε πρώτης ἡμέρᾱς συνῑστάμεθά που ἐν τῇ οἰκίᾱͅ τοὺς τοῦ σοφοῦ Σωκράτους λόγους τοὺς περὶ τῆς ἀνθρώπου φύσεως ἀκουσόμενοι.
#11.. αἰσχροὶ δὴ καὶ ἄξιοι τοῖς πολί̄ταις θανάτου πάντες οὗτοι οἱ κακοὶ ῥήτορες οἳ ἂν δῶρα λαβόντες τὴν πόλιν τῷ τῶν βαρβάρων βασιλεῖ χρῡσοῦ ἢ ἀργύρου ἀποδιδῶνται. μὴ οὖν ἀποδιδόσθων τὰ̄ς πάντων οἰκίᾱς.
#12.. οὐκ ἂν ἀποδιδοῖτό ποθ' ὅ γε σοφὸς τὴν ἀρετὴν χρῡσοῦ. ὁ γὰρ χρῡσὸς οὐκ ἀεὶ μενεῖ, ἀλλ' ἀθάνατος ἡ τῆς ἀρετῆς δόξα.
#13.. πόθεν ἥξουσιν οἱ πολέμιοι; ποῦ ταξώμεθα οἱ ὁπλῖται; ποῖ βούλεσθ' ἐξαγαγεῖν τοὺς ἱππέᾱς; πῶς ἂν ἐκσωθείη ἐκ κινδύ̄νων ἡ πόλις καὶ καλῶς ἀκούσαι; νί̄κην διδοίησάν πως ἀεὶ οἱ θεοὶ τοῖς γε κακὰ παθοῦσιν. ἔπειτα ἱστάσθων τὰ ὅπλα ἐν τῷ ἱερῷ οἱ νῑκήσαντες.
#14.. ἄδηλοι δὴ οἱ λόγοι οὓς τοῦ βαρβάρου ἑρμηνέως ἐν τῇ βουλῇ ἠκούσαμεν, ἀλλὰ φοβούμεθα μὴ οὐ τελευτᾷ ὁ πόλεμος.
#15.. ἐὰ̄ν μὴ κωλύ̄σῃς ποτὲ τὸν ἀδικοῦντα, μὴ ἐκείνῳ γε συναδικήσῃς, ὦ ῥῆτορ, ἀλλὰ πείθου τοῖς τῆς πόλεως νόμοις.
#16.. ἀληθεῖς τοι φίλοι οἱ τῇ ἀληθείᾱͅ ἀλλήλους φιλοῦντες, ἀλλ' οὔτοι φίλοι οἳ ἂν φοβῶνται μὴ ὑπ' ἀλλήλων βλαφθῶσιν.
#17.. ὅτε γε συνισταῖντο πρὸς ἀλλήλας αἱ τῶν Ἑλλήνων πόλεις, τότε δὴ συνήρχομεν τῶν βαρβάρων. νῦν δὲ ἀλλήλους ἀντ' ἐκείνων βλάπτομεν ὥστε τούς γε σοφοὺς φοβηθῆναι μὴ ὑπ' ἐκείνων ἀρχώμεθα αὐτοί.
#18.. οὐκ ἀπεδέξατό που ὁ βασιλεὺς τοὺς τοῦ ἱερέως λόγους τοὺς περὶ τοῦ τὴν θυγατέρα τυθῆναι. ταύτην γὰρ φιλῶν ὁ πατὴρ οὐκ ἠξίου τελευτᾶν.
#19.. ἀγαθόν γε τὸ τὸν ἄδικον δίκην διδόναι ἁπάντων τῶν κακῶς πεπρᾱγμένων.
#20.. ποῖ τοὺς δέκα κήρῡκας ἐξαγάγωμεν πρὸς τοὺς βαρβάρους ἀπαγγελοῦντας τάδε· καίπερ τὴν εἰρήνην φιλοῦντες μᾶλλον ἢ τὸν πόλεμον, ἐά̄ν γε τὴν πόλιν πρῶτοι ἀδικῆτε, καταλύ̄σομεν τὴν εἰρήνην ἅτε βλαπτόμενοι;
#21.. ταῦτα τὰ ὅπλα θεοῖς τοῖς σωτῆρσι ἀνατίθησι βασιλεὺς ἐν μάχῃ νῑκήσᾱς.
#22.. καθίστη πως εἰς τὴν ἀρχὴν τοὺς ἀγαθοὺς καὶ σοφοὺς καλουμένους.
#23.. τοὺς πολί̄τᾱς ἐβουλήθην ἀποστῆσαι ἀπὸ τῆς Ἀθηναίων ἀρχῆς, ἀλλ' ἐκεῖνοι φοβηθέντες οὔτ' ἀφί̄σταντό ποτ' οὔτε ὑπὲρ τῆς ἐλευθερίᾱς λόγους γ' ἐποιοῦντο.
#24.. ἄλλῳ τοι ἄλλην τέχνην ἐδίδου ὁ θεός· τῷ μὲν γὰρ Ὁμήρῳ καὶ τοῖς τὰ ἔπη ποιοῦσι τὴν ποιητικήν, τῷ δὲ Δημοσθένει καὶ ἄλλοις τοῖς ἐν τῇ ἐκκλησίᾱͅ τοὺς πολί̄τᾱς λόγοις πείθουσι τὴν ῥητορικήν.

READINGS

# A. Sophokles, Fragment 256 P

#1.. πρὸς τὴν Ἀνάγκην οὐδ' Ἄρης ἀνθίσταται.

# B. Euripides, Bacchae 848, 847

#1.. γυναῖκες, ἁ̄νὴρ ἐς βόλον καθίσταται,
ἥξει δὲ Βάκχᾱς, οὗ θανὼν δώσει δίκην.

# C. Euripides, Elektra 1018-1034

#1.. ἡμᾶς δέδωκε Τυνδάρεως τῷ σῷ πατρί,
οὐχ ὥστε θνῄσκειν, οὐδ' ἃ γεινάμην ἐγώ.
κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως
λέκτροισι πείσᾱς ᾤχετ' ἐκ δόμων ἄγων
πρυμνοῦχον Αὖλιν, ἔνθ' ὑπερτείνᾱς πυρᾶς
λευκὴν διήμησ' Ἰ̄φιγόνης παρηΐδα.
κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,
ἢ δῶμ' ὀνήσων τἄ̄λλα τ' ἐκσῴζων τέκνα,
ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ' ἂν ἦν·
νῦν δ' οὕνεχ' Ἑλένη μάργος ἦν ὅ τ' αὖ λαβὼν
ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
τούτων ἕκᾱτι παῖδ' ἐμὴν διώλεσεν.
ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη
οὐκ ἠγριώμην οὐδ' ἂν ἔκτανον πόσιν·
ἀλλ' ἦλθ' ἔχων μοι μαινάδ' ἔνθεον κόρην
λέκτροις τ' ἐπεισέφρηκε καὶ νύμφᾱ δύο
ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.

# D. Lysias, Against Diogeiton 19

#1.. ἀξιῶ τοίνυν, ὦ ἄνδρες δικασταί, τῷ λογισμῷ προσέχειν τὸν νοῦν, ἵνα τοὺς μὲν νεᾱνίσκους διὰ τὸ μέγεθος τῶν συμφορῶν ἐλεήσητε, τοῦτον δ' ἅπᾱσι τοῖς πολί̄ταις ἄξιον ὀργῆς ἡγήσησθε. εἰς τοσαύτην γὰρ ὑποψίᾱν Διογείτων πάντας ἀνθρώπους πρὸς ἀλλήλους καθίστησιν, ὥστε μήτε ζῶντας μήτε ἀποθνῄσκοντας μηδὲν μᾶλλον τοῖς οἰκειοτάτοις ἢ τοῖς ἐχθίστοις πιστεύειν.