Hansen and Quinn: Unit 13, Greek Drills, Exercises, and Readings (without macrons) DRILLS I. [In forms of ἵστημι below, an asterisk indicates a long iota, and no asterisk indicates a short iota.] #1.. ἔθηκεν #2.. δόσθαι #3.. ἔστημεν #4.. ἐστήσαμεν #5.. σταῖεν #6.. ἱσταῖεν #7.. ἐτίθεντο (2) #8.. ἔθεντο #9.. ἔθετε #10.. ἵστην * #11.. ἔστην #12.. στῆθι #13.. δίδως #14.. ἐδίδους #15.. δός #16.. ἔδωκας #17.. δώμεθα #18.. διδώμεθα (2) #19.. θήσετε #20.. θεῖτε #21.. θοῦ #22.. τιθεῖτε #23.. ἱστάναι #24.. στῆναι #25.. στῆσαι (2) #26.. στῆσον (4) #27.. στήσομεν #28.. ἔστησαν (2) #29.. στῆτε (2) #30.. δίδοσθαι (2) #31.. ἔδοσαν #32.. δῷ (2) #33.. διδῷ (3) #34.. ἱστῇ (3) #35.. στῇ #36.. τέθηκεν #37.. θέσθων #38.. διδοῖεν #39.. δίδοτε (2) #40.. δότε #41.. δοῖεν #42.. δοίησαν #43.. ἱστάμεθα (2) #44.. ἱστάμεθα * (2) #45.. ἐτίθετε #46.. στάντων #47.. ἑστάναι #48.. ἕσταμεν #49.. ἕστηκας #50.. ἕστασαν #51.. στήσας #52.. στήσαιμεν #53.. σταῖμεν #54.. θέσθαι III. #1.. χρυσὸν ἔδωκας τῷ βασιλεῖ ὅπως ταύτης τῆς πόλεως ἄρξειας. #2.. ἐμηχανήσασθε ὅπως ἐκείνης τῆς χώρας ἄρξετε. #3.. ταῦτ' ἐμηχανήσασθε ὅπως τῆς χώρας ἄρχοιτε. #4.. τὸν Σωκράτη κλοπῆς ἐγράψατο ὅπως τὴν εἰρήνην λύσειεν. #5.. πράξει ὅπως τὴν εἰρήνην λύσει. #6.. ἔπραττεν ὅπως οἱ Ἕλληνες ἀλλήλους μὴ ἀδικήσουσιν. #7.. ἄργυρον τῷ ἡγεμόνι ἔδοτε ὅπως βλαβεῖμεν ὑπὸ τῶν πολεμίων. #8.. χρυσὸν τῷ φίλῳ δίδοτε ὅπως τῇ θεῷ θύσῃ. #9.. μηχανήσεται ὅπως τῆς πόλεως κατὰ τοὺς νόμους ἄρξομεν. #10.. ὅπως ἕξ ἡμερῶν νικήσετε. EXERCISES I. #1.. (a) μὴ δῶτε χρυσόν. (b) νόμους μὴ θῇς. (c) σταῖμεν ἂν ἐνταῦθα. (d) ἐλθέτω ὁ ἑταῖρος. (e) ἀπόδου τὰ βιβλία. (f) ταῦτα μὴ γένοιτο. (g) στῶ ἢ φύγω; (h) ὅμοιοι τοῖσδε γένεσθε. (i) ἄργυρον δοίη. (j) ἔλθωμεν εἰς ἀγοράν. #2.. ἀγαθός που τὴν τέχνην οὗτος ὁ ζωγράφος, αἰσχρὸς δὲ τοὺς τρόπους. μηχανᾶται γὰρ μετὰ τῶν ἑταίρων ὅπως λύσας τὴν δημοκρατίαν πάσης τῆς πόλεως ἄρξει. #3.. ἥκοντές ποτ' εἰς τὴν πόλιν οἱ σύμμαχοι οἱ ἀπὸ τῆς νήσου ἦλθον αὐτίκα εἰς τὴν ἐκκλησίαν ὅπως πείσειαν τοὺς ἄρχοντας νόμον θεῖναι περὶ τοῦ ξένων φόνου. ἐὰν γὰρ μὴ θῶσι τοῦτον τὸν νόμον, ἐκεῖνοι εἰς ἄλλον γε τόπον φυγεῖν βουλήσονται. #4.. τῶν πολιτῶν εἰς τὴν ἐκκλησίαν ἐλθόντων, ταύτῃ τῇ μηχανῇ ἔπραττεν ὁ Εὐριπίδης ὅπως ὑπὸ τῶν ἀφρόνων τιμηθήσεται, ἀλλ' οἱ σώφρονες στέφανον τούτῳ καὶ τοῖς τούτου χορευταῖς οὐκ ἔδοσαν. #5.. καὶ σοφὰ καὶ σαφῆ τὰ τοῦ Ὁμήρου ἔπη. οὐ γὰρ ταῦτα ὅμοια τοῖς ἄλλοις ἔπεσιν. #6.. εἴθε ὅμοιος γενοίμην Ἀριστοφάνει. #7.. ἐὰν φοβηθῶμεν μὴ νικώμεθα, εἰς ἄλλον τόπον φευξόμεθα. #8.. ἡ τὰ τῶν ἄλλων κλέψασα καὶ ἅμα πείσασα ἄλλας τὰ αὐτὰ πράττειν καὶ μὴ τοῖς θεοῖς θυσίας ἄγουσα καὶ τοὺς νεανίας ἀδικεῖν διδάσκουσα ἔβλαπτε τὴν πᾶσαν πόλιν ἢ οὔ; δότω οὖν δίκην τῶν ἀδίκως πεπραγμένων. #9.. παρὰ δόξαν δὴ τοῖς Ἕλλησιν ἐγένετο τόδε· οὐκ ἐξῆλθον οἱ σύμμαχοι ἐπὸ τοὺς πολεμίους. ἐφοβοῦντο γὰρ μὴ νικῷντο. #10.. ἐν πόλει τῇ εὖ πολιτευομένῃ μεταδίδοται ἡ ἀρχή. οἱ γὰρ αὐτοὶ καὶ ἀλλήλων ἄρχουσι καὶ ὑπ' ἀλλήλων ἄρχονται. #11.. τούτων γενομένων, οἱ πάσχοντες μαθήσονται. ἡ γὰρ ἐμπειρία διδάσκει καὶ τοὺς ἄφρονας. #12.. τὸν Ἀριστοφάνη τιμώντων μᾶλλον ἢ τὸν Εὐριπίδην. #13.. εὐδαίμων γενήσεται οὗτος, ᾧ ἂν δῶσιν οἱ θεοὶ λόγων γνώμην καὶ ἔργων ἀρετήν. #14.. ἐπὶ τόδ' ἤλθετ', ὦ ἄφρονες, ὡς χρυσοῦ στέφανον τῷ Εὐριπίδῃ δοῖτε; τούτῳ δὴ μὴ δῶτε ἆθλον, ἀλλὰ δότε τῷ ἄλλῳ ποιητῇ. #15.. τὰ τείχη φυλαττέτω τοῖς πολίταις τά τε σώματα καὶ τὰ χρήματα καὶ τὴν ἐλευθερίαν. ἄνευ γὰρ τῶν τειχῶν νικηθέντες ἢ τελευτήσαιμεν ἂν τὸν βίον ἢ ὑπὸ ξένων δοῦλοι γενοίμεθ' ἄν. #16.. οἳ ἂν ταύτην τὴν πόλιν ἀργύρου ἀποδῶνται, τούτους λίθοις βαλόντων αἱ γυναῖκες μηδὲ εἰσδεχέσθων αὐτοὺς εἰς τὰς οἰκίας. #17.. ἐπειδὴ ἀπέστημεν ἀπὸ βασιλέως, δοίητ', ὦ θεοί, καὶ κράτος καὶ νίκην τοῖς ἀνδράσι τοῖς τῆσδε τῆς ἡμέρας τοῖς πολεμίοις μαχουμένοις. #18.. ὁ φόνου δίκην φεύγων ταῖς κακῶν ῥητόρων μηχαναῖς οὐκ ἐσῴζετο. φονέας γὰρ οὐκ ἐφίλει ὁ δῆμος. #19.. ἅτε κακὰ παθόντες ὑπὸ τῶν πολιτῶν τῶν ἀεὶ τὰ μὲν ζῷα πάντα καταλαμβανόντων καὶ ἀπαγομένων τὰς δ' οἰκίας πάσας καταλυόντων βουλήθητε μάχεσθαι μᾶλλον ἢ βλαπτόμενοι εἰρήνην ἄγειν. #20.. ἐν οἴνῳ καὶ ὁ σοφὸς ἄφρονα πράττει. ὁ γὰρ οἶνος καταλύει τὴν γνώμην. μὴ οὖν τὴν γνώμην καταλύου, σοφέ. #21.. τῶν ὅπλων καταβληθέντων, καὶ ἄνευ ἀσπίδος μάχου. #22.. ὅπως ἐν τῷδε τῷ πολέμῳ ἄνδρες ἀγαθοὶ γενήσεσθε. #23.. καὶ τοὺς πόδας καὶ τὰς χεῖρας οὕτως ἀγαθοὶ οἵδε οἱ στρατιῶται ὥστε καὶ ἄνευ ἀσπίδων καὶ ξιφῶν τοὺς τῶν ἀδίκων ῥητόρων ἑταίρους νενικήκασιν. #24.. στήτω πρὸ τοῦ ἱεροῦ καὶ τὴν ἀσπίδα τῇ θεῷ ἀναθέτω. #25.. εἴθε πρὸ τῆς ἑορτῆς τῆς ἐν ἐκείνῳ τῷ ἱερῷ θύοιεν οἱ ἱερεῖς ὑπὲρ τούτων οἷς οἱ δαίμονες χρυσὸν οὐκ ἔδοσαν. δότε δὴ ἀγαθὰ αὐτοῖς, ὦ θεοί. #26.. ἅτε εἰληφότες παρὰ τῶν πατέρων τὸ τῆς θαλάττης κράτος, οὐ μαχούμεθα ὑπὲρ τῆς ἀρχῆς; #27.. ἐκεῖνος ὁ αἰσχρὸς ῥήτωρ δῶρα δεξάμενος παρὰ τοῦ βασιλέως καὶ πείσας τοὺς πολίτας εἰρήνην ποιήσασθαι ἀντὶ τοῦ μάχεσθαι ἤθελε τιμηθῆναι. #28.. ἐπειδὴ ἐν τῷ πεδίῳ ἔστημεν, τρόπαιον ἐστησάμεθα. #29.. τότε μὲν εὖ μαχεσάμενοι καὶ τοὺς πολεμίους νικήσαντες ἔπειτα τρόπαιον ἵστατε, ὦ Ἕλληνες. νῦν δὲ καὶπερ οὐκ ἐν μάχῃ νικηθέντες, τοῖς βαρβάροις ὅμως πείθεσθε τὴν ἐλευθερίαν χρημάτων χάριν ἀποβάλλοντες. #30.. ὅτε ἄργυρον τῷ ἄρχοντι ἐδίδου, τρόπαιον ἵσταμεν. READINGS # A. Apollodoros, The Library 1.1.1-2, The children of Sky and Earth #1.. Οὐρανὸς πρῶτος τοῦ παντὸς ἐδυνάστευε κόσμου. γήμας δὲ Γῆν ἐτέκνωσε πρώτους τοὺς ἑκατόγχειρας προσαγορευθέντας, Βριάρεων Γύην Κόττον, οἳ μεγέθει τε ἀνυπέρβλητοι καὶ δυνάμει καθειστήκεσαν, χεῖρας μὲν ἀνὰ ἑκατὸν κεφαλὰς δὲ ἀνὰ πεντήκοντα ἔχοντες. μετὰ τούτους δὲ αὐτῷ τεκνοῖ Γῆ Κύκλωπας, Ἄργην Στερόπην Βρόντην, ὧν ἕκαστος εἶχεν ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου. # B. Apollodoros, The Library 1.7.1, The Story of Prometheus #1.. Προμηθεὺς δὲ ἐξ ὕδατος καὶ γῆς ἀνθρώπους πλάσας ἔδωκεν αὐτοῖς καὶ πῦρ, λάθρᾳ Διὸς ἐν νάρθηκι κρύψας. ὡς δὲ ᾔσθετο Ζεύς, ἐπέταξεν Ἡφαίστῳ τῷ Καυκάσῳ ὄρει τὸ σῶμα αὐτοῦ προσηλῶσαι· τοῦτο δὲ Σκυθικὸν ὄρος ἐστίν. ἐν δὴ τούτῳ προσηλωθεὶς Προμηθεὺς πολλῶν ἐτῶν ἀριθμὸν ἐδέδετο· καθ' ἑκάστην δὲ ἡμέραν ἀετὸς ἐφιπτάμενος αὐτῷ τοὺς λοβοὺς ἐνέμετο τοῦ ἥπατος αὐξανομένου διὰ νυκτός. καὶ Προμηθεὺς μὲν πυρὸς κλαπέντος δίκην ἔτινε ταύτην, μέχρις Ἡρακλῆς αὐτὸν ὕστερον ἔλυσεν, ὡς ἐν τοῖς καθ' Ἡρακλέα δηλώσομεν. # C. Theognis 497-498 #1.. ἄφρονος ἀνδρὸς ὁμῶς καὶ σώφρονος οἶνος, ὅταν δὴ πίνῃ ὑπὲρ μέτρον, κοῦφον ἔθηκε νόον.