Hansen and Quinn: Unit 13, Greek Drills, Exercises, and Readings (with macrons) DRILLS I. #1.. ἔθηκεν #2.. δόσθαι #3.. ἔστημεν #4.. ἐστήσαμεν #5.. σταῖεν #6.. ἱσταῖεν #7.. ἐτίθεντο (2) #8.. ἔθεντο #9.. ἔθετε #10.. ἵ̄στην #11.. ἔστην #12.. στῆθι #13.. δίδως #14.. ἐδίδους #15.. δός #16.. ἔδωκας #17.. δώμεθα #18.. διδώμεθα (2) #19.. θήσετε #20.. θεῖτε #21.. θοῦ #22.. τιθεῖτε #23.. ἱστάναι #24.. στῆναι #25.. στῆσαι (2) #26.. στῆσον (4) #27.. στήσομεν #28.. ἔστησαν (2) #29.. στῆτε (2) #30.. δίδοσθαι (2) #31.. ἔδοσαν #32.. δῷ (2) #33.. διδῷ (3) #34.. ἱστῇ (3) #35.. στῇ #36.. τέθηκεν #37.. θέσθων #38.. διδοῖεν #39.. δίδοτε (2) #40.. δότε #41.. δοῖεν #42.. δοίησαν #43.. ἱστάμεθα (2) #44.. ἱ̄στάμεθα (2) #45.. ἐτίθετε #46.. στάντων #47.. ἑστάναι #48.. ἕσταμεν #49.. ἕστηκας #50.. ἕστασαν #51.. στήσᾱς #52.. στήσαιμεν #53.. σταῖμεν #54.. θέσθαι III. #1.. χρῡσὸν ἔδωκας τῷ βασιλεῖ ὅπως ταύτης τῆς πόλεως ἄρξειας. #2.. ἐμηχανήσασθε ὅπως ἐκείνης τῆς χώρᾱς ἄρξετε. #3.. ταῦτ' ἐμηχανήσασθε ὅπως τῆς χώρᾱς ἄρχοιτε. #4.. τὸν Σωκράτη κλοπῆς ἐγράψατο ὅπως τὴν εἰρήνην λύ̄σειεν. #5.. πρά̄ξει ὅπως τὴν εἰρήνην λύ̄σει. #6.. ἔπρᾱττεν ὅπως οἱ Ἕλληνες ἀλλήλους μὴ ἀδικήσουσιν. #7.. ἄργυρον τῷ ἡγεμόνι ἔδοτε ὅπως βλαβεῖμεν ὑπὸ τῶν πολεμίων. #8.. χρῡσὸν τῷ φίλῳ δίδοτε ὅπως τῇ θεῷ θύ̄σῃ. #9.. μηχανήσεται ὅπως τῆς πόλεως κατὰ τοὺς νόμους ἄρξομεν. #10.. ὅπως ἕξ ἡμερῶν νῑκήσετε. EXERCISES I. #1.. (a) μὴ δῶτε χρῡσόν. (b) νόμους μὴ θῇς. (c) σταῖμεν ἂν ἐνταῦθα. (d) ἐλθέτω ὁ ἑταῖρος. (e) ἀπόδου τὰ βιβλία. (f) ταῦτα μὴ γένοιτο. (g) στῶ ἢ φύγω; (h) ὅμοιοι τοῖσδε γένεσθε. (i) ἄργυρον δοίη. (j) ἔλθωμεν εἰς ἀγορά̄ν. #2.. ἀγαθός που τὴν τέχνην οὗτος ὁ ζωγράφος, αἰσχρὸς δὲ τοὺς τρόπους. μηχανᾶται γὰρ μετὰ τῶν ἑταίρων ὅπως λύ̄σᾱς τὴν δημοκρατίᾱν πά̄σης τῆς πόλεως ἄρξει. #3.. ἥκοντές ποτ' εἰς τὴν πόλιν οἱ σύμμαχοι οἱ ἀπὸ τῆς νήσου ἦλθον αὐτίκα εἰς τὴν ἐκκλησίᾱν ὅπως πείσειαν τοὺς ἄρχοντας νόμον θεῖναι περὶ τοῦ ξένων φόνου. ἐὰ̄ν γὰρ μὴ θῶσι τοῦτον τὸν νόμον, ἐκεῖνοι εἰς ἄλλον γε τόπον φυγεῖν βουλήσονται. #4.. τῶν πολῑτῶν εἰς τὴν ἐκκλησίᾱν ἐλθόντων, ταύτῃ τῇ μηχανῇ ἔπρᾱττεν ὁ Εὐρῑπίδης ὅπως ὑπὸ τῶν ἀφρόνων τῑμηθήσεται, ἀλλ' οἱ σώφρονες στέφανον τούτῳ καὶ τοῖς τούτου χορευταῖς οὐκ ἔδοσαν. #5.. καὶ σοφὰ καὶ σαφῆ τὰ τοῦ Ὁμήρου ἔπη. οὐ γὰρ ταῦτα ὅμοια τοῖς ἄλλοις ἔπεσιν. #6.. εἴθε ὅμοιος γενοίμην Ἀριστοφάνει. #7.. ἐὰ̄ν φοβηθῶμεν μὴ νῑκώμεθα, εἰς ἄλλον τόπον φευξόμεθα. #8.. ἡ τὰ τῶν ἄλλων κλέψᾱσα καὶ ἅμα πείσᾱσα ἄλλᾱς τὰ αὐτὰ πρά̄ττειν καὶ μὴ τοῖς θεοῖς θυσίᾱς ἄγουσα καὶ τοὺς νεᾱνίᾱς ἀδικεῖν διδάσκουσα ἔβλαπτε τὴν πᾶσαν πόλιν ἢ οὔ; δότω οὖν δίκην τῶν ἀδίκως πεπρᾱγμένων. #9.. παρὰ δόξαν δὴ τοῖς Ἕλλησιν ἐγένετο τόδε· οὐκ ἐξῆλθον οἱ σύμμαχοι ἐπὸ τοὺς πολεμίους. ἐφοβοῦντο γὰρ μὴ νῑκῷντο. #10.. ἐν πόλει τῇ εὖ πολῑτευομένῃ μεταδίδοται ἡ ἀρχή. οἱ γὰρ αὐτοὶ καὶ ἀλλήλων ἄρχουσι καὶ ὑπ' ἀλλήλων ἄρχονται. #11.. τούτων γενομένων, οἱ πάσχοντες μαθήσονται. ἡ γὰρ ἐμπειρίᾱ διδάσκει καὶ τοὺς ἄφρονας. #12.. τὸν Ἀριστοφάνη τῑμώντων μᾶλλον ἢ τὸν Εὐρῑπίδην. #13.. εὐδαίμων γενήσεται οὗτος, ᾧ ἂν δῶσιν οἱ θεοὶ λόγων γνώμην καὶ ἔργων ἀρετήν. #14.. ἐπὶ τόδ' ἤλθετ', ὦ ἄφρονες, ὡς χρῡσοῦ στέφανον τῷ Εὐρῑπίδῃ δοῖτε; τούτῳ δὴ μὴ δῶτε ἆθλον, ἀλλὰ δότε τῷ ἄλλῳ ποιητῇ. #15.. τὰ τείχη φυλαττέτω τοῖς πολί̄ταις τά τε σώματα καὶ τὰ χρήματα καὶ τὴν ἐλευθερίᾱν. ἄνευ γὰρ τῶν τειχῶν νῑκηθέντες ἢ τελευτήσαιμεν ἂν τὸν βίον ἢ ὑπὸ ξένων δοῦλοι γενοίμεθ' ἄν. #16.. οἳ ἂν ταύτην τὴν πόλιν ἀργύρου ἀποδῶνται, τούτους λίθοις βαλόντων αἱ γυναῖκες μηδὲ εἰσδεχέσθων αὐτοὺς εἰς τὰ̄ς οἰκίᾱς. #17.. ἐπειδὴ ἀπέστημεν ἀπὸ βασιλέως, δοίητ', ὦ θεοί, καὶ κράτος καὶ νί̄κην τοῖς ἀνδράσι τοῖς τῆσδε τῆς ἡμέρᾱς τοῖς πολεμίοις μαχουμένοις. #18.. ὁ φόνου δίκην φεύγων ταῖς κακῶν ῥητόρων μηχαναῖς οὐκ ἐσῴζετο. φονέᾱς γὰρ οὐκ ἐφίλει ὁ δῆμος. #19.. ἅτε κακὰ παθόντες ὑπὸ τῶν πολῑτῶν τῶν ἀεὶ τὰ μὲν ζῷα πάντα καταλαμβανόντων καὶ ἀπαγομένων τὰ̄ς δ' οἰκίᾱς πά̄σᾱς καταλῡόντων βουλήθητε μάχεσθαι μᾶλλον ἢ βλαπτόμενοι εἰρήνην ἄγειν. #20.. ἐν οἴνῳ καὶ ὁ σοφὸς ἄφρονα πρά̄ττει. ὁ γὰρ οἶνος καταλύ̄ει τὴν γνώμην. μὴ οὖν τὴν γνώμην καταλύ̄ου, σοφέ. #21.. τῶν ὅπλων καταβληθέντων, καὶ ἄνευ ἀσπίδος μάχου. #22.. ὅπως ἐν τῷδε τῷ πολέμῳ ἄνδρες ἀγαθοὶ γενήσεσθε. #23.. καὶ τοὺς πόδας καὶ τὰ̄ς χεῖρας οὕτως ἀγαθοὶ οἵδε οἱ στρατιῶται ὥστε καὶ ἄνευ ἀσπίδων καὶ ξιφῶν τοὺς τῶν ἀδίκων ῥητόρων ἑταίρους νενῑκήκᾱσιν. #24.. στήτω πρὸ τοῦ ἱεροῦ καὶ τὴν ἀσπίδα τῇ θεῷ ἀναθέτω. #25.. εἴθε πρὸ τῆς ἑορτῆς τῆς ἐν ἐκείνῳ τῷ ἱερῷ θύ̄οιεν οἱ ἱερεῖς ὑπὲρ τούτων οἷς οἱ δαίμονες χρῡσὸν οὐκ ἔδοσαν. δότε δὴ ἀγαθὰ αὐτοῖς, ὦ θεοί. #26.. ἅτε εἰληφότες παρὰ τῶν πατέρων τὸ τῆς θαλάττης κράτος, οὐ μαχούμεθα ὑπὲρ τῆς ἀρχῆς; #27.. ἐκεῖνος ὁ αἰσχρὸς ῥήτωρ δῶρα δεξάμενος παρὰ τοῦ βασιλέως καὶ πείσᾱς τοὺς πολί̄τᾱς εἰρήνην ποιήσασθαι ἀντὶ τοῦ μάχεσθαι ἤθελε τῑμηθῆναι. #28.. ἐπειδὴ ἐν τῷ πεδίῳ ἔστημεν, τρόπαιον ἐστησάμεθα. #29.. τότε μὲν εὖ μαχεσάμενοι καὶ τοὺς πολεμίους νῑκήσαντες ἔπειτα τρόπαιον ἵ̄στατε, ὦ Ἕλληνες. νῦν δὲ καὶπερ οὐκ ἐν μάχῃ νῑκηθέντες, τοῖς βαρβάροις ὅμως πείθεσθε τὴν ἐλευθερίᾱν χρημάτων χάριν ἀποβάλλοντες. #30.. ὅτε ἄργυρον τῷ ἄρχοντι ἐδίδου, τρόπαιον ἵ̄σταμεν. READINGS # A. Apollodoros, The Library 1.1.1-2, The children of Sky and Earth #1.. Οὐρανὸς πρῶτος τοῦ παντὸς ἐδυνάστευε κόσμου. γήμᾱς δὲ Γῆν ἐτέκνωσε πρώτους τοὺς ἑκατόγχειρας προσαγορευθέντας, Βριάρεων Γύην Κόττον, οἳ μεγέθει τε ἀνυπέρβλητοι καὶ δυνάμει καθειστήκεσαν, χεῖρας μὲν ἀνὰ ἑκατὸν κεφαλὰ̄ς δὲ ἀνὰ πεντήκοντα ἔχοντες. μετὰ τούτους δὲ αὐτῷ τεκνοῖ Γῆ Κύκλωπας, Ἄργην Στερόπην Βρόντην, ὧν ἕκαστος εἶχεν ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου. # B. Apollodoros, The Library 1.7.1, The Story of Prometheus #1.. Προμηθεὺς δὲ ἐξ ὕδατος καὶ γῆς ἀνθρώπους πλάσᾱς ἔδωκεν αὐτοῖς καὶ πῦρ, λάθρᾱͅ Διὸς ἐν νάρθηκι κρύψᾱς. ὡς δὲ ᾔσθετο Ζεύς, ἐπέταξεν Ἡφαίστῳ τῷ Καυκάσῳ ὄρει τὸ σῶμα αὐτοῦ προσηλῶσαι· τοῦτο δὲ Σκυθικὸν ὄρος ἐστίν. ἐν δὴ τούτῳ προσηλωθεὶς Προμηθεὺς πολλῶν ἐτῶν ἀριθμὸν ἐδέδετο· καθ' ἑκάστην δὲ ἡμέρᾱν ἀ̄ετὸς ἐφιπτάμενος αὐτῷ τοὺς λοβοὺς ἐνέμετο τοῦ ἥπατος αὐξανομένου διὰ νυκτός. καὶ Προμηθεὺς μὲν πυρὸς κλαπέντος δίκην ἔτινε ταύτην, μέχρις Ἡρακλῆς αὐτὸν ὕστερον ἔλῡσεν, ὡς ἐν τοῖς καθ' Ἡρακλέ̄α δηλώσομεν. # C. Theognis 497-498 #1.. ἄφρονος ἀνδρὸς ὁμῶς καὶ σώφρονος οἶνος, ὅταν δὴ πί̄νῃ ὑπὲρ μέτρον, κοῦφον ἔθηκε νόον.