Hansen and Quinn: Unit 14, Greek Drills, Exercises, and Readings (without macrons) DRILLS I. #1.. τοῦ βασιλέως τοῦ ἐπὶ τῷ τείχει ἑστῶτος #2.. τοῖς δώσουσιν #3.. τὰ ὅπλα ἀναθέντες ἔφυγον πρὸς τὴν πόλιν. #4.. τοῖς δῶρα διδοῦσιν #5.. δῶρον τῷ πατρὶ δοὺς ἀπῆλθες εἰς τὴν μάχην. #6.. δῶρα ταῖς λελειμμέναις ἔδοτε. #7.. ὁ κῆρυξ ὁ τὴν νίκην ἀγγελῶν #8.. τοὺς τὴν πόλιν ἀποδομένους οὐκ ἐδέχοντ' εἰς τὴν οἰκίαν. #9.. τοὺς τὰ ὅπλα λείποντας οὐ φιλεῖ ὁ δῆμος. #10.. τοὺς τὸ τρόπαιον ἀνατιθέντας ἔπαυσεν ὁ στρατηγός. #11.. ἐνταῦθα στάντες ἐμαχέσαντο. #12.. τοὺς τὸ τρόπαιον ἀναθεμένους φυγεῖν ἐκέλευσεν. #13.. δίκην διδόασιν οὗτοι οἱ τότε μηχανώμενοι ὅπως ταύτης τῆς πόλεως ἄρξουσιν. #14.. ταῦτα μαθόντες οἱ παῖδες ἐξέφυγον ἐκ τῆς χώρας φοβούμενοι μὴ βλαβεῖεν ὑπὸ τῶν μαχομένων. #15.. ἀεὶ τιμῶμεν τοὺς τόνδε τὸν ἀγῶνα καταστήσαντας. #16.. θεοῖς ταῖς νόμους ἀγαθοὺς τιθείσαις χρυσόν τε καὶ καλὰς αἶγας ἐδίδου. II. #1.. χαίρομεν ἐν πολέμῳ νικῶντες. #2.. χαίρομεν τοὺς ἀμαθεῖς κακῶς ποιοῦσαι. #3.. τοὺς ἀμαθεῖς κακὰ ποιοῦσαι ἐπαυσάμεθα. #4.. τοὺς ἀμαθεῖς κακὰ ποιοῦντας ἐπαύσαμεν. #5.. ἤρξασθε ταῦτα δηλοῦντες. #6.. ἤρξασθε ταῦτα δηλοῦν. #7.. τυγχάνεις δῶρα τοῖς γέρουσι διδοῦσα. #8.. ἔτυχες δῶρα τῷ γέροντι δοῦσα. #9.. τυγχάνεις δῶρα τοῖς γέρουσι δοῦσα. #10.. ἐτύγχανες δῶρον τῷ ἱερεῖ διδούς. #11.. ἐτύγχανες δῶρα τῷ βασιλεῖ δοῦσα. #12.. τοὺς φίλους φθάνουσι κλέπτοντες χρυσόν. #13.. οἱ νεανίαι τὸν Σωκράτη λανθάνουσι κακὰ πράττοντες. #14.. τοὺς ποιητὰς τοὺς σώφρονας οὐ λανθάνω αἰσχρὰ γράφων. #15.. πῶς τοὺς φύλακας λάθωμεν ἐκφυγόντες; EXERCISES I. #1.. ἄρξομαι μέν, ὦ ἄνδρες, τὴν Δημοσθένους ἀμαθίαν περὶ τῶν κοινῶν τῆς πόλεως πραγμάτων δεικνῦσα, ἔπειτα δὲ πάντα δηλώσω τὰ τοῖς γ' ἄλλοις ῥήτορσι ἀδίκως πεπραγμένα. #2.. τρόπαιον ἱστάντων τῶν στρατιωτῶν, ὁ στρατηγὸς ἀποπεμψάτω εἰς τὴν πόλιν ἐννέα κήρυκας τὴν νίκην ἀπαγγελοῦντας. #3.. μετάδοτέ ποτε τῆς ἀρχῆς καὶ τοῖς ἐν τῇ στάσει φυγοῦσιν. #4.. ὦ φίλοι, ἐκ τῆς πόλεως αὐτίκα φυγόντες πῶς λάθοιτ' ἂν τούσδε γε τοὺς φύλακας τοὺς ἐπὶ τῷ τείχει ἑστῶτας; #5.. ὅταν ἕτεροι ἑτέρων ἀξιῶσιν ἄρχειν, οἱ ἀρχόμενοι ἀεὶ τοῖς ἄρχουσιν ἐπαναστήναι βούλονται. νόμῳ μὲν γάρ τοι καλὸν καὶ δίκαιον τὸ ἄλλων ὑπακούειν, φύσει δὲ κακὸν καὶ αἰσχρὸν τὸ ἄφροσιν ἀνθρώποις δουλεύειν. #6.. τοῦ δήμου ἐπαναστάντος, ὁ βασιλεύς, παραδοὺς τῷ παιδὶ τὴν ἀρχὴν καὶ ἐκφυγὼν ἐκ τῆς χώρας, ἔλαθέ πως τοὺς πολίτας ἐλθὼν εἰς ἄλλην χώραν ὡς ἐκεῖ παραμενῶν καὶ τελευτήσων τὸν βίον. #7.. ἔτυχεν ὁ Δημοσθένης ἐπιδεικνύμενος ἐν τῇ ἀγορᾷ τὴν ῥητορικὴν ὅτ' εἰσῆλθον κήρυκες ἀγγελοῦντες τὴν πάντων τῶν βαρβάρων νίκην. #8.. ἄξιος δὴ κακὰ παθεῖν οὗτος ὁ τούς τε νόμους καὶ τὴν δημοκρατίαν καταλύσας καὶ τὴν πόλιν εἰς στάσιν καθιστάς. #9.. ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τούτους τοὺς κινδύνους ὑπομείνατε ὑπὲρ τῆς πάντων ἐλευθερίας μαχόμενοι. #10.. προσελθόντος τοῦ Εὐριπίδου, ἐτύγχανόν που αἱ παῖδες αἱ εὐγενεῖς τῇ θεῷ χορεύουσαι. #11.. τῇ μὲν ἑτέρᾳ χειρὶ ἀσπίδα λαβοῦσα, τῇ δ' ἑτέρᾳ ξίφος, ὦ μῆτερ Εὐριπίδου, ἔξελθε ἐκ τῆς οἰκίας μαχουμένη δὴ πάσαις ταῖς ἄλλαις γυναιξίν. #12.. ὦ παῖδες, ἐὰν οἱ πολέμιοι φθάσωσι τοὺς Ἀθηναίους εἰς μέσην γε τὴν πόλιν εἰσελθόντες, ἐνταῦθ' οὐκέτι παραμενοῦμεν. οὐ γάρ τοι ῥᾴδιον τὸ βαρβάρων ὑπακούειν. #13.. ἀεί που χαίρουσιν οἱ ἄδικοι τοὺς ψυχήν γ' ἀγαθοὺς κακὰ ποιοῦντες. #14.. ἐκείνου τοῦ διδασκάλου μὴ παιδεύοντος τοὺς μαθητὰς περὶ ἀρετῆς καταλυθήσεται ἡ δημοκρατία. #15.. νικηθέντων τῶν πολεμίων, τὴν ἑορτὴν τῷ θεῷ ὅμως οὐκ ἐποιούμεθα φοβούμενοι μὴ ἔτι λάθοιεν τοὺς στρατιώτας καὶ ἄλλοι ἱππεῖς εἰς τὴν χώραν εἰσελθόντες. #16.. ἐρώτησον τὸν Σωκράτη περὶ τῆς νῦν γε στάσεως. ἕστηκε γὰρ ἐν μέσῃ τῇ ἀγορᾷ. #17.. πάντων τῶν ἄλλων εἰρήνην πρὸς ἀλλήλους ἀγόντων, ὁ τῶν Ἀθηναίων στρατηγὸς παυσάτω μαχομένους τοὺς ὁπλίτας. #18.. εἰ μὴ τοὺς παῖδας παιδεύσαι ὁ ἀδελφός, παίδευσαι αὐτὸν παιδεῦσαι αὐτούς. #19.. οἱ ῥήτορες, χρυσὸν παρὰ τῶν πολεμίων λαβόντες, ἔπειθον τὸν δῆμον ἐκβαλεῖν ἐκ τῆς πόλεως οὐ μόνον τοὺς ἠδικηκότας ἀλλὰ καὶ τοὺς εὖ τε καὶ σωφρόνως πεπολιτευμένους καὶ ὑπὲρ πάντων μεμαχημένους. #20.. οἳ ἂν χαίρωσιν τοὺς ἄνδρας ἀδικοῦντες, αὐτοὶ δικαίως ὑπὸ τούτων πείσονταί ποτε δεινά. #21.. μηχανωμένων τῶν ἑταίρων ὅπως Σωκράτη ἐκλύσονται, ἕσταμέν που πρὸς τῷ τείχει. #22.. οἱ πάλαι ῥᾳδίως τὴν γῆν ἀπολιπόντες εἰς ἄλλας χώρας μετανίσταντο, οὐδὲ Ἕλληνες οἱ πάντες ἐκαλοῦντο. #23.. νῦν δὴ ἐπιδείκνυσο τήν γε ῥητορικήν, ἀγαθὲ νεανία. τοὺς γὰρ ἄλλους μαθητὰς ἔφθης ἐρωτήσας τὸν διδάσκαλον περὶ ἀρετῆς. #24.. ἐπίδειξιν ποιούμενοι τυγχάνουσιν οἱ ῥήτορες. #25.. ὦ νέοι, μήτ' ἐκκλέψητ' οἶνον ἐξ ἐκείνης γε τῆς οἰκίας μήτε τὰς γυναῖκας βλάψητε. #26.. κοινὰ τὰ τῶν φίλων. #27.. ἆρ' οὐκ ἐπαύσασθε μαχόμενοι; νῦν γε παύσασθε, ὦ ἀμαθεῖς. #28.. ὦ αἰσχρὲ ῥήτορ, τόν γε δῆμον οὐ λανθάνεις δῶρα λαμβάνων. #29.. ὁ τοῖς ἀγαθοῖς χαίρων ἀγαθῶν γε τεύξεται. READINGS # A. Apollodoros, The Library 1.1.4, Sky is attacked by his children, the Titans #1.. Ἀγανακτοῦσα δὲ Γῆ ἐπὶ τῇ ἀπωλείᾳ τῶν εἰς Τάρταρον ῥιφέντων παίδων πείθει τοὺς Τιτᾶνας ἐπιθέσθαι τῷ πατρί, καὶ δίδωσιν ἀδαμαντίνην ἅρπην Κρόνῳ. οἱ δὲ Ὠκεανοῦ χωρὶς ἐπιτίθενται, καὶ Κρόνος ἀποτεμὼν τὰ αἰδοῖα τοῦ πατρὸς εἰς τὴν θάλασσαν ἀφίησεν. ἐκ δὲ τῶν σταλαγμῶν τοῦ ῥέοντος αἵματος ἐρινύες ἐγένοντο, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. # B. Apollodoros, The Library 1.3.5, The Story of Hephaistos #1.. Ἥρα δὲ χωρὶς εὐνῆς ἐγέννησεν Ἥφαιστον· ὡς δὲ Ὅμηρος λέγει, καὶ τοῦτον ἐκ Διὸς ἐγέννησε. ῥίπτει δὲ αὐτὸν ἐξ οὐρανοῦ Ζεὺς Ἥρα δεθείσῃ βοηθοῦντα· ταύτην γὰρ ἐκρέμασε Ζεὺς ἐξ Ὀλύμπου χειμῶνα ἐπιπέμψασαν Ἡρακλεῖ, ὅτε Τροίαν ἑλὼν ἔπλει. πεσόντα δ' Ἥφαιστον ἐν Λήμνῳ καὶ πηρωθέντα τὰς βάσεις διέσωσε Θέτις. # C. Demosthenes, On the Crown 71 #1.. ἀλλ' ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμ' ἐπὶ τὴν Ἀττικήν, καὶ Μεγάροις ἐπιχειρῶν, καὶ καταλαμβάνων Ὠρεόν, καὶ κατασκάπτων Πορθμόν, καὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον, ἐν δ' Ἐρετρίᾳ Κλείταρχον, καὶ τὸν Ἑλλήσποντον ὑφ' αὑτῷ ποιούμενος, καὶ Βυζάντιον πολιορκῶν, καὶ πόλεις Ἑλληνίδας τὰς μὲν ἀναιρῶν, εἰς τὰς δὲ τοὺς φυγάδας κατάγων, πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὔ; # D. Demetrius, On Style 5.279 #1.. Δεινὸν δὲ καὶ τὸ ἐρωτῶντα τοὺς ἀκούοντας ἔνια λέγειν, καὶ μὴ ἀποφαινόμενον· "ἀλλ' ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, πότερον ταῦτα ποιῶν ἠδίκει, καὶ ἔλυεν τὴν εἰρήνην, ἢ οὔ;" καθάπερ γὰρ εἰς ἀπορίαν ἄγει τὸν ἀκούοντα ἐξελεγχομένῳ ἐοικότα καὶ μηδὲν ἀποκρίνασθαι ἔχοντι· εἰ δὲ ὧδε μεταβαλὼν ἔφη τις, "ἠδίκει καὶ ἔλυε τὴν εἰρήνην," σαφῶς διδάσκοντι ἐῴκει καὶ οὐκ ἐλέγχοντι. # E. Longinus, On the Sublime 9.7 #1.. Ὅμηρος γάρ μοι δοκεῖ παραδιδοὺς τραύματα θεῶν στάσεις τιμωρίας δάκρυα δεσμὰ πάθη πάμφυρτα τοὺς μὲν ἐπὶ τῶν Ἰλιακῶν ἀνθρώπους ὅσον ἐπὶ τῇ δυνάμει θεοὺς πεποιηκέναι, τοὺς θεοὺς δὲ ἀνθρώπους. ἀλλ' ἡμῖν μὲν δυσδαιμονοῦσιν ἀπόκειται λιμὴν κακῶν ὁ θάνατος, τῶν θεῶν δ' οὐ τὴν φύσιν, ἀλλὰ τὴν ἀτυχίαν ἐποίησεν αἰώνιον. # F. Longinus, The contrast bewteen the Illiad and the Odyssey 9.13 #1.. ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας, οἶμαι, τῆς μὲν Ἰλιάδος γραφομένης ἐν ἀκμῇ πνεύματος ὅλον τὸ σωμάτιον δραματικὸν ὑπεστήσατο καὶ ἐναγώνιον, τῆς δὲ Ὀδυσσείας τὸ πλέον διηγηματικόν, ὅπερ ἴδιον γήρως. ὅθεν ἐν τῇ Ὀδυσσείᾳ παρεικάσαι τις ἂν καταδυομένῳ τὸν Ὅμηρον ἡλίῳ, οὗ δίχα τῆς σφοδρότητος παραμένει τὸ μέγεθος.