Hansen and Quinn: Unit 14, Greek Drills, Exercises, and Readings (with macrons) DRILLS I. #1.. τοῦ βασιλέως τοῦ ἐπὶ τῷ τείχει ἑστῶτος #2.. τοῖς δώσουσιν #3.. τὰ ὅπλα ἀναθέντες ἔφυγον πρὸς τὴν πόλιν. #4.. τοῖς δῶρα διδοῦσιν #5.. δῶρον τῷ πατρὶ δοὺς ἀπῆλθες εἰς τὴν μάχην. #6.. δῶρα ταῖς λελειμμέναις ἔδοτε. #7.. ὁ κῆρυξ ὁ τὴν νί̄κην ἀγγελῶν #8.. τοὺς τὴν πόλιν ἀποδομένους οὐκ ἐδέχοντ' εἰς τὴν οἰκίᾱν. #9.. τοὺς τὰ ὅπλα λείποντας οὐ φιλεῖ ὁ δῆμος. #10.. τοὺς τὸ τρόπαιον ἀνατιθέντας ἔπαυσεν ὁ στρατηγός. #11.. ἐνταῦθα στάντες ἐμαχέσαντο. #12.. τοὺς τὸ τρόπαιον ἀναθεμένους φυγεῖν ἐκέλευσεν. #13.. δίκην διδόᾱσιν οὗτοι οἱ τότε μηχανώμενοι ὅπως ταύτης τῆς πόλεως ἄρξουσιν. #14.. ταῦτα μαθόντες οἱ παῖδες ἐξέφυγον ἐκ τῆς χώρᾱς φοβούμενοι μὴ βλαβεῖεν ὑπὸ τῶν μαχομένων. #15.. ἀεὶ τῑμῶμεν τοὺς τόνδε τὸν ἀγῶνα καταστήσαντας. #16.. θεοῖς ταῖς νόμους ἀγαθοὺς τιθείσαις χρῡσόν τε καὶ καλὰ̄ς αἶγας ἐδίδου. II. #1.. χαίρομεν ἐν πολέμῳ νῑκῶντες. #2.. χαίρομεν τοὺς ἀμαθεῖς κακῶς ποιοῦσαι. #3.. τοὺς ἀμαθεῖς κακὰ ποιοῦσαι ἐπαυσάμεθα. #4.. τοὺς ἀμαθεῖς κακὰ ποιοῦντας ἐπαύσαμεν. #5.. ἤρξασθε ταῦτα δηλοῦντες. #6.. ἤρξασθε ταῦτα δηλοῦν. #7.. τυγχάνεις δῶρα τοῖς γέρουσι διδοῦσα. #8.. ἔτυχες δῶρα τῷ γέροντι δοῦσα. #9.. τυγχάνεις δῶρα τοῖς γέρουσι δοῦσα. #10.. ἐτύγχανες δῶρον τῷ ἱερεῖ διδούς. #11.. ἐτύγχανες δῶρα τῷ βασιλεῖ δοῦσα. #12.. τοὺς φίλους φθάνουσι κλέπτοντες χρῡσόν. #13.. οἱ νεᾱνίαι τὸν Σωκράτη λανθάνουσι κακὰ πρά̄ττοντες. #14.. τοὺς ποιητὰ̄ς τοὺς σώφρονας οὐ λανθάνω αἰσχρὰ γράφων. #15.. πῶς τοὺς φύλακας λάθωμεν ἐκφυγόντες; EXERCISES I. #1.. ἄρξομαι μέν, ὦ ἄνδρες, τὴν Δημοσθένους ἀμαθίᾱν περὶ τῶν κοινῶν τῆς πόλεως πρᾱγμάτων δεικνῦσα, ἔπειτα δὲ πάντα δηλώσω τὰ τοῖς γ' ἄλλοις ῥήτορσι ἀδίκως πεπρᾱγμένα. #2.. τρόπαιον ἱστάντων τῶν στρατιωτῶν, ὁ στρατηγὸς ἀποπεμψάτω εἰς τὴν πόλιν ἐννέα κήρῡκας τὴν νί̄κην ἀπαγγελοῦντας. #3.. μετάδοτέ ποτε τῆς ἀρχῆς καὶ τοῖς ἐν τῇ στάσει φυγοῦσιν. #4.. ὦ φίλοι, ἐκ τῆς πόλεως αὐτίκα φυγόντες πῶς λάθοιτ' ἂν τούσδε γε τοὺς φύλακας τοὺς ἐπὶ τῷ τείχει ἑστῶτας; #5.. ὅταν ἕτεροι ἑτέρων ἀξιῶσιν ἄρχειν, οἱ ἀρχόμενοι ἀεὶ τοῖς ἄρχουσιν ἐπαναστήναι βούλονται. νόμῳ μὲν γάρ τοι καλὸν καὶ δίκαιον τὸ ἄλλων ὑπακούειν, φύσει δὲ κακὸν καὶ αἰσχρὸν τὸ ἄφροσιν ἀνθρώποις δουλεύειν. #6.. τοῦ δήμου ἐπαναστάντος, ὁ βασιλεύς, παραδοὺς τῷ παιδὶ τὴν ἀρχὴν καὶ ἐκφυγὼν ἐκ τῆς χώρᾱς, ἔλαθέ πως τοὺς πολί̄τᾱς ἐλθὼν εἰς ἄλλην χώρᾱν ὡς ἐκεῖ παραμενῶν καὶ τελευτήσων τὸν βίον. #7.. ἔτυχεν ὁ Δημοσθένης ἐπιδεικνύμενος ἐν τῇ ἀγορᾷ τὴν ῥητορικὴν ὅτ' εἰσῆλθον κήρῡκες ἀγγελοῦντες τὴν πάντων τῶν βαρβάρων νί̄κην. #8.. ἄξιος δὴ κακὰ παθεῖν οὗτος ὁ τούς τε νόμους καὶ τὴν δημοκρατίᾱν καταλύ̄σᾱς καὶ τὴν πόλιν εἰς στάσιν καθιστά̄ς. #9.. ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τούτους τοὺς κινδύ̄νους ὑπομείνατε ὑπὲρ τῆς πάντων ἐλευθερίᾱς μαχόμενοι. #10.. προσελθόντος τοῦ Εὐρῑπίδου, ἐτύγχανόν που αἱ παῖδες αἱ εὐγενεῖς τῇ θεῷ χορεύουσαι. #11.. τῇ μὲν ἑτέρᾱͅ χειρὶ ἀσπίδα λαβοῦσα, τῇ δ' ἑτέρᾱͅ ξίφος, ὦ μῆτερ Εὐρῑπίδου, ἔξελθε ἐκ τῆς οἰκίᾱς μαχουμένη δὴ πά̄σαις ταῖς ἄλλαις γυναιξίν. #12.. ὦ παῖδες, ἐὰ̄ν οἱ πολέμιοι φθάσωσι τοὺς Ἀθηναίους εἰς μέσην γε τὴν πόλιν εἰσελθόντες, ἐνταῦθ' οὐκέτι παραμενοῦμεν. οὐ γάρ τοι ῥᾴ̄διον τὸ βαρβάρων ὑπακούειν. #13.. ἀεί που χαίρουσιν οἱ ἄδικοι τοὺς ψῡχήν γ' ἀγαθοὺς κακὰ ποιοῦντες. #14.. ἐκείνου τοῦ διδασκάλου μὴ παιδεύοντος τοὺς μαθητὰ̄ς περὶ ἀρετῆς καταλυθήσεται ἡ δημοκρατίᾱ. #15.. νῑκηθέντων τῶν πολεμίων, τὴν ἑορτὴν τῷ θεῷ ὅμως οὐκ ἐποιούμεθα φοβούμενοι μὴ ἔτι λάθοιεν τοὺς στρατιώτᾱς καὶ ἄλλοι ἱππεῖς εἰς τὴν χώρᾱν εἰσελθόντες. #16.. ἐρώτησον τὸν Σωκράτη περὶ τῆς νῦν γε στάσεως. ἕστηκε γὰρ ἐν μέσῃ τῇ ἀγορᾷ. #17.. πάντων τῶν ἄλλων εἰρήνην πρὸς ἀλλήλους ἀγόντων, ὁ τῶν Ἀθηναίων στρατηγὸς παυσάτω μαχομένους τοὺς ὁπλί̄τᾱς. #18.. εἰ μὴ τοὺς παῖδας παιδεύσαι ὁ ἀδελφός, παίδευσαι αὐτὸν παιδεῦσαι αὐτούς. #19.. οἱ ῥήτορες, χρῡσὸν παρὰ τῶν πολεμίων λαβόντες, ἔπειθον τὸν δῆμον ἐκβαλεῖν ἐκ τῆς πόλεως οὐ μόνον τοὺς ἠδικηκότας ἀλλὰ καὶ τοὺς εὖ τε καὶ σωφρόνως πεπολῑτευμένους καὶ ὑπὲρ πάντων μεμαχημένους. #20.. οἳ ἂν χαίρωσιν τοὺς ἄνδρας ἀδικοῦντες, αὐτοὶ δικαίως ὑπὸ τούτων πείσονταί ποτε δεινά. #21.. μηχανωμένων τῶν ἑταίρων ὅπως Σωκράτη ἐκλύ̄σονται, ἕσταμέν που πρὸς τῷ τείχει. #22.. οἱ πάλαι ῥᾱͅδίως τὴν γῆν ἀπολιπόντες εἰς ἄλλᾱς χώρᾱς μετανί̄σταντο, οὐδὲ Ἕλληνες οἱ πάντες ἐκαλοῦντο. #23.. νῦν δὴ ἐπιδείκνυσο τήν γε ῥητορικήν, ἀγαθὲ νεᾱνίᾱ. τοὺς γὰρ ἄλλους μαθητὰ̄ς ἔφθης ἐρωτήσᾱς τὸν διδάσκαλον περὶ ἀρετῆς. #24.. ἐπίδειξιν ποιούμενοι τυγχάνουσιν οἱ ῥήτορες. #25.. ὦ νέοι, μήτ' ἐκκλέψητ' οἶνον ἐξ ἐκείνης γε τῆς οἰκίᾱς μήτε τὰ̄ς γυναῖκας βλάψητε. #26.. κοινὰ τὰ τῶν φίλων. #27.. ἆρ' οὐκ ἐπαύσασθε μαχόμενοι; νῦν γε παύσασθε, ὦ ἀμαθεῖς. #28.. ὦ αἰσχρὲ ῥήτορ, τόν γε δῆμον οὐ λανθάνεις δῶρα λαμβάνων. #29.. ὁ τοῖς ἀγαθοῖς χαίρων ἀγαθῶν γε τεύξεται. READINGS # A. Apollodoros, The Library 1.1.4, Sky is attacked by his children, the Titans #1.. Ἀγανακτοῦσα δὲ Γῆ ἐπὶ τῇ ἀπωλείᾱͅ τῶν εἰς Τάρταρον ῥιφέντων παίδων πείθει τοὺς Τῑτᾶνας ἐπιθέσθαι τῷ πατρί, καὶ δίδωσιν ἀδαμαντίνην ἅρπην Κρόνῳ. οἱ δὲ Ὠκεανοῦ χωρὶς ἐπιτίθενται, καὶ Κρόνος ἀποτεμὼν τὰ αἰδοῖα τοῦ πατρὸς εἰς τὴν θάλασσαν ἀφί̄ησεν. ἐκ δὲ τῶν σταλαγμῶν τοῦ ῥέοντος αἵματος ἐρῑνύες ἐγένοντο, Ἀληκτὼ Τῑσιφόνη Μέγαιρα. # B. Apollodoros, The Library 1.3.5, The Story of Hephaistos #1.. Ἥρᾱ δὲ χωρὶς εὐνῆς ἐγέννησεν Ἥφαιστον· ὡς δὲ Ὅμηρος λέγει, καὶ τοῦτον ἐκ Διὸς ἐγέννησε. ῥί̄πτει δὲ αὐτὸν ἐξ οὐρανοῦ Ζεὺς Ἥρᾱ δεθείσῃ βοηθοῦντα· ταύτην γὰρ ἐκρέμασε Ζεὺς ἐξ Ὀλύμπου χειμῶνα ἐπιπέμψᾱσαν Ἡρακλεῖ, ὅτε Τροίᾱν ἑλὼν ἔπλει. πεσόντα δ' Ἥφαιστον ἐν Λήμνῳ καὶ πηρωθέντα τὰ̄ς βάσεις διέσωσε Θέτις. # C. Demosthenes, On the Crown 71 #1.. ἀλλ' ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμ' ἐπὶ τὴν Ἀττικήν, καὶ Μεγάροις ἐπιχειρῶν, καὶ καταλαμβάνων Ὠρεόν, καὶ κατασκάπτων Πορθμόν, καὶ καθιστὰ̄ς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον, ἐν δ' Ἐρετρίᾱͅ Κλείταρχον, καὶ τὸν Ἑλλήσποντον ὑφ' αὑτῷ ποιούμενος, καὶ Βυζάντιον πολιορκῶν, καὶ πόλεις Ἑλληνίδας τὰ̄ς μὲν ἀναιρῶν, εἰς τὰ̄ς δὲ τοὺς φυγάδας κατάγων, πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλῡε τὴν εἰρήνην ἢ οὔ; # D. Demetrius, On Style 5.279 #1.. Δεινὸν δὲ καὶ τὸ ἐρωτῶντα τοὺς ἀκούοντας ἔνια λέγειν, καὶ μὴ ἀποφαινόμενον· "ἀλλ' ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, πότερον ταῦτα ποιῶν ἠδίκει, καὶ ἔλῡεν τὴν εἰρήνην, ἢ οὔ;" καθάπερ γὰρ εἰς ἀπορίᾱν ἄγει τὸν ἀκούοντα ἐξελεγχομένῳ ἐοικότα καὶ μηδὲν ἀποκρί̄νασθαι ἔχοντι· εἰ δὲ ὧδε μεταβαλὼν ἔφη τις, "ἠδίκει καὶ ἔλῡε τὴν εἰρήνην," σαφῶς διδάσκοντι ἐῴκει καὶ οὐκ ἐλέγχοντι. # E. Longinus, On the Sublime 9.7 #1.. Ὅμηρος γάρ μοι δοκεῖ παραδιδοὺς τραύματα θεῶν στάσεις τῑμωρίᾱς δάκρυα δεσμὰ πάθη πάμφυρτα τοὺς μὲν ἐπὶ τῶν Ἰ̄λιακῶν ἀνθρώπους ὅσον ἐπὶ τῇ δυνάμει θεοὺς πεποιηκέναι, τοὺς θεοὺς δὲ ἀνθρώπους. ἀλλ' ἡμῖν μὲν δυσδαιμονοῦσιν ἀπόκειται λιμὴν κακῶν ὁ θάνατος, τῶν θεῶν δ' οὐ τὴν φύσιν, ἀλλὰ τὴν ἀτυχίᾱν ἐποίησεν αἰώνιον. # F. Longinus, The contrast bewteen the Illiad and the Odyssey 9.13 #1.. ἀπὸ δὲ τῆς αὐτῆς αἰτίᾱς, οἶμαι, τῆς μὲν Ἰ̄λιάδος γραφομένης ἐν ἀκμῇ πνεύματος ὅλον τὸ σωμάτιον δρᾱματικὸν ὑπεστήσατο καὶ ἐναγώνιον, τῆς δὲ Ὀδυσσείᾱς τὸ πλέον διηγηματικόν, ὅπερ ἴδιον γήρως. ὅθεν ἐν τῇ Ὀδυσσείᾱͅ παρεικάσαι τις ἂν καταδυομένῳ τὸν Ὅμηρον ἡλίῳ, οὗ δίχα τῆς σφοδρότητος παραμένει τὸ μέγεθος.