Hansen and Quinn: Unit 15, Greek Drills, Exercises, and Readings (without macrons) DRILLS I. #1.. ἐν ἀγορᾳ τινι #2.. ἀδελφος τις #3.. ἀδελφων τινων #4.. ἀνθρωπος τις #5.. ἀνθρωποις τισιν #6.. ἀνθρωποι τινες #7.. δωρα τινα #8.. δωρων τινων #9.. λογου τινος #10.. νησοι τινες #11.. ὁδῳ τινι #12.. οἰκια τις #13.. οἰκιᾳ τινι #14.. οἰκιων τινων #15.. τεχνῃ τινι #16.. ἀγγελον τινα #17.. ἀγγελων τινων #18.. ἀγγελοις τισιν #19.. ἀγγελοι τινες #20.. κηρυκες τε και ἀγγελοι #21.. στεφανος τε και χρυσος #22.. χρυσος τε και στεφανος #23.. ἀθλα τινα #24.. ἀθλα τε και δωρα #25.. ἀθλα τε και δωρα τινα #26.. σοφοι γε τινες #27.. μουσα τις #28.. μουσαν τινα #29.. μουσων τινων #30.. μουσαις τισιν #31.. εἰ που τις τινα ποτε βλαπτοι #32.. ποιητης τις #33.. ποιητου τινος #34.. διδασκαλος τις #35.. διδασκαλων τινων #36.. διδασκαλου τινος #37.. δοξαν τινα #38.. δοξα τις #39.. τῳ ἀδελφῳ γε #40.. ὁ ἀδελφος γε II. #1.. ὑμᾶς οὐ βλάπτομεν. #2.. ἡμᾶς βλάπτετε. #3.. ἐγὼ δὴ οὐ βλάπτω ἐκείνας, ἀλλὰ σύ. #4.. οὐ βλάπτω ἐκεῖνον, ἀλλὰ σέ. #5.. οὐ βλάπτομέν σε. #6.. ἔμοιγε τοῦτο ἔδωκας. #7.. τοῦτό σοι δώσει. #8.. ἡμεῖς δὴ κακὰ πράττοντες ἡμᾶς αὐτοὺς ἀδικοῦμεν. #9.. μὴ ἀδικήσητε ἡμᾶς ἀλλ' αὐτούς. #10.. ὑμῖν ἔδωκα ἐκεῖνο. #11.. ἐμὲ βλάπτει, ἀλλ' ἐμαυτὸν οὐ βλάπτω. #12.. οὔ με βλάπτει. #13.. ἑαυτὴν διδάσκει, ἀλλ' ἐμὲ οὐ διδάσκει. #14.. ὑμᾶς αὐτοὺς διδάσκετε. #15.. τί τὴν ἀρετήν με διδάσκεις; #16.. τὴν ἀρετήν σού με διδάσκει. #17.. τίνας σύ διδάσκεις; ἀλλ' ἔγωγε τοὺς γέροντας. #18.. καλὰ δῶρά τινα ἐμαυτοῦ δώσω. #19.. τί σαυτῷ δώσεις; #20.. αὐτοῦ τὸν ἀδελφὸν παιδεύω. #21.. τοὺς ἀδελφοὺς αὐτῆς παιδεύεις. #22.. τοὺς πατέρας ἡμῶν ἐθάψατε. #23.. ὁ ἡμέτερος πατήρ σε διδάσκει. #24.. ἡ σὴ μήτηρ κακά τινα πράττει. #25.. δῶρόν τι τῷ ἐμαυτοῦ πατρὶ δίδωμι. EXERCISES I. #1.. ἄφρων που ὃς ἂν μὴ λάβῃ ἀγαθόν τι διδόμενον παρὰ τῶν φίλων. #2.. αἰσχρόν τι ποιήσας ἄλλους μὲν λάθοις ἄν, σεαυτὸν δὲ οὔ. μὴ οὖν ποίει τοιοῦτο. #3.. τί σὺ ποιήσεις τὴν πόλιν ἑλών; τί ἐμὲ ἐρωτᾷς; ὁ γὰρ στρατηγός γε ἡμᾶς ἂν κελεύσειεν ἢ τὰς οἰκίας φυλάττειν ἢ χρήματά τε καὶ ζῷα καταλαβεῖν. #4.. τοιοῦτος ἦν ὁ Σωκράτης ὥστε πάντας τοὺς σοφούς τε καὶ σώφρονας αὐτὸν τιμᾶν. τοῖς γὰρ νόμοις εἵπετο, τοῖς δὲ θεοῖς θυσίας ἦγε καὶ τοὺς πολίτας περὶ τῆς ἀρετῆς ἠρώτα. #5.. ἀντὶ τῆς ἀρετῆς τε καὶ τιμῆς χρήματά γε ᾑροῦντο οἱ ἄφρονες. τί οὐχ οἷόσ τ' ἦν ὁ Σωκράτης τούτους πεῖσαι ἀγαθόν τι ἑλέσθαι; σύ γε, φίλε, ἑλοῦ τὰ τοιαῦτα. #6.. ὦ παῖ, ἴσθι τῷ ὄντι τοιοῦτος οἷος ἦν ὁ πατήρ. #7.. ὁ νεανίας ὁ καλός τε καὶ ἀμαθὴς αὑτὸν ἐν ὕδατί τινι ἰδὼν αὑτόν γε ἐφίλησεν οὐδ' οἷός τ' ἦν ἀπελθεῖν. μετὰ δὲ πέντε ἡμέρας ἐτελεύτησε διὰ τὸν αὑτοῦ ἔρωτα. τρόπον δή τινα τελευτῶσι πάντες οἱ σφᾶς αὐτοὺς φιλοῦντες. #8.. οἷον δὴ πάντες τιμῶσιν, τὸν τὴν πόλιν σώσαντα στρατηγόν, τοιοῦτοι γενώμεθα. #9.. τοιαῦτα ἆθλα νίκης ἡμῖν εἴη ἀεί, οἷα οἱ πατέρες ἠνέγκοντο. #10.. ἐπειδήπερ ἑσπόμεθα ἡμεῖς τῷ Σωκράτει εἰς τὴν ἀγοράν, ἠκούσαμεν αὐτοῦ τοὺς δημιουργοὺς καὶ τοὺς ποιητὰς ἐρωτῶντος περὶ τῶν τεχνῶν. #11.. ὦ θύγατέρ μου, ἐάν σοι αἰσχρός τις γέρων ἐξ ἀγορᾶς σπῆται, μὴ φοβηθῇς. φυλαττουσῶν γὰρ πασῶν τῶν θεῶν τὰς νέας, οὔ σε βλάψειεν ἄν. #12.. τόν γε κλέψαντα τὰ τῶν θεῶν ἔξεστι τῷ βουλομένῳ καλέσαι εἰς δίκην. Δημοσθένη οὖν γράψαι, ὦ ῥήτορ. #13.. τῇ ἀληθείᾳ ἄφρων ὅσπερ ἂν ἑαυτοῦ μὴ ἄρχων βούληται ἄλλων ἄρχειν. #14.. οἵ γε διδάσκαλοι καίπερ αἰσθανόμενοι τὴν τῶν πολιτῶν ἀμαθίαν οὐχ οἷοί τ' ἔσονται αὐτοὺς ἐκδιδάξαι. #15.. διαπέψωμεν οὖν τοὺς ἡμετέρους δούλους εἰς τὴν πόλιν σου ἀπαγγελοῦντας τοῖς σοῖς τὰ νέα. #16.. ἔγωγε μὲν οὐκ ἀξιῶ τιμῆς τοὺς ἆθλα μὴ ἐνεγκομένους· οἱ δ' ἄλλοι ἀφρόνως ἐθελόντων τούτους τιμᾶν. #17.. παρὰ δέ γε τὴν ἐμὴν γνώμην οὐχ ᾑρέθην ἄρχων. οἱ γὰρ ἀμαθεῖς ἀεί που τοὺς ἀναξίους αἱροῦνται. #18.. τί, ὦ Σώκρατες, γέγονεν ὥστε εἶ ἐνταῦθα; οὐ γάρ που καὶ σοί γε δίκη τις οὖσα τυγχάνει; #19.. φίλην τινὰ ἰδοῦσα ἐν τῇ ὁδῷ ἐπαύσατο τῇ μητρὶ ἑπομένη. #20.. καὶ ἐγώ τοι μαθητὴς βουλοίμην ἂν γενέσθαι σός. σὺ γὰρ μόνος οἷός τ' εἶ μοι δεικνύναι τὴν ὁδὸν τὴν εἰς ἀρετὴν φέρουσαν. #21.. οἱ ἐκ τῆς χώρας ξίφη τε καὶ ἀσπίδας φέροντες εἰς τὴν πόλιν ὤφθησαν ὑπὸ τῶν φυλάκων τῶν πρὸ τῶν τειχῶν τεταγμένων. #22.. ἐγώ τοι τὸν ἀδελφόν σου οὔ με ἰδόντα ἐν τῇ ἀγορᾷ εἶδον. #23.. τί δὴ φέρων εἰς τὴν ἡμετέραν οἰκίαν ἥξεις; ἡμῖν γὰρ ἱκανά ἐστι. #24.. διαφέρει πως τῇ σοφίᾳ ὁ Εὐριπίδης τῶν ἄλλων ποιητῶν. τοῦτον γὰρ ἡ μοῦσα αὐτὴ ἐξεδίδασκε δείξοντα ἡμῖν τοὺς τῶν ἀνθρώπων τρόπους. ἄκουσον οὖν τούτου λόγον τινά. #25.. ἔστι νεανίας τις ἐν τῇ ὁδῷ πρὸ τῆς οἰκίας βουλόμενός σέ τι ἐρωτῆσαι. ἐρωτῶ οὖν ὑπ' αὐτοῦ. #26.. οὐκ ἀεί που συμφέρει τοὺς νεανίας τὴν ῥητορικὴν διδάξασθαι. οὗτοι γάρ ποτε κακά τινα πράξαντες οἷοί τ' εἰσὶν ἡμᾶς πεῖσαι μὴ δίκην λαβεῖν. #27.. σοί τοι δηλώσω τὰ ἡμῖν συμφέροντα ἐκείνην τὴν πόλιν ἑλοῦσιν. τῶν γὰρ συμφερόντων δηλωθέντων, ἔπειτα πάντες βουλήσονται μαχέσασθαι. #28.. τοὺς δὲ λίθους διενέγκωμεν διὰ τοῦ πεδίου περιβαλούμενοι τεῖχος τῇ πόλει. #29.. οἷα δὴ ποιεῖ τις, τοιαῦτα καὶ πείσεται ὑφ' ἡμῶν. #30.. ἆρ' οὐ σώφρονές ἐστε; σώφρονες ἔστε. #31.. τοιούτων ὄντων τῶν πραγμάτων ἡμῖν, ἀγαθοὶ ὄντων οἵ γε ῥήτορες. READINGS # A. Aristotle, Politics 1.2 (1253a 7-18) #1.. διότι δὲ πολιτικὸν ὁ ἄνθρωπος ζῷον πάσης μελίττης καὶ παντὸς ἀγελαίου ζῴου μᾶλλον, δῆλον. οὐδὲν γάρ, ὡς φαμέν, μάτην ἡ φύσις ποιεῖ· λόγον δὲ μόνον ἄνθρωπος ἔχει τῶν ζῴων. ἡ μὲν οὖν φωνὴ τοῦ λυπηροῦ καὶ ἡδέος ἐστὶ σημεῖον, διὸ καὶ τοῖς ἄλλοις ὑπάρχει ζῴοις (μέχρι γὰρ τούτου ἡ φύσις αὐτῶν ἐλήλυθεν, τοῦ ἔχειν αἴσθησιν λυπηροῦ καὶ ἡδέος καὶ ταῦτα σημαίνειν ἀλλήλοις), ὁ δὲ λόγος ἐπὶ τῷ δηλοῦν ἐστι τὸ συμφέρον καὶ τὸ βλαβερόν, ὥστε καὶ τὸ δίκαιον καὶ τὸ ἄδικον: τοῦτο γὰρ πρὸς τἆλλα ζῷα τοῖς ἀνθρώποις ἴδιον, τὸ μόνον ἀγαθοῦ καὶ κακοῦ καὶ δικαίου καὶ ἀδίκου καὶ τῶν ἄλλων αἴσθησιν ἔχειν, ἡ δὲ τούτων κοινωνία ποιεῖ οἰκίαν καὶ πόλιν. # B. Sophokles, Oedipus the King 380-389 #1.. ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ, ὅσος παρ' ὑμῖν ὁ φθόνος φυλάσσεται, εἰ τῆσδέ γ' ἀρχῆς οὕνεχ', ἣν ἐμοὶ πόλις δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν, ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, λάθρᾳ μ' ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται, ὑφεὶς μάγον τοιόνδε μηχανορράφον, δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν μόνον δέδορκε, τὴν τέχνην δ' ἔφυ τυφλός. # C. Euripides, Medea 46-60 #1.. ΤΡΟΦΟΣ. ἀλλ' οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ. ΠΑΙΔΑΓΩΓΟΣ. παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς, τί πρὸς πύλαισι τήνδ' ἄγουσ' ἐρημίαν ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά; πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει; ΤΡ. τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος, χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται. ἐγὼ γὰρ ἐς τοῦτ' ἐκβέβηκ' ἀλγηδόνος, ὥσθ' ἵμερός μ' ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας. ΠΑ. οὔπω γὰρ ἡ τάλαινα παύεται γόων; ΤΡ. ζηλῶ σ'· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.