Hansen and Quinn: Unit 15, Greek Drills, Exercises, and Readings (with macrons) DRILLS I. #1.. ἐν ἀγορᾱͅ τινι #2.. ἀδελφος τις #3.. ἀδελφων τινων #4.. ἀνθρωπος τις #5.. ἀνθρωποις τισιν #6.. ἀνθρωποι τινες #7.. δωρα τινα #8.. δωρων τινων #9.. λογου τινος #10.. νησοι τινες #11.. ὁδῳ τινι #12.. οἰκιᾱ τις #13.. οἰκιᾱͅ τινι #14.. οἰκιων τινων #15.. τεχνῃ τινι #16.. ἀγγελον τινα #17.. ἀγγελων τινων #18.. ἀγγελοις τισιν #19.. ἀγγελοι τινες #20.. κηρῡκες τε και ἀγγελοι #21.. στεφανος τε και χρῡσος #22.. χρῡσος τε και στεφανος #23.. ἀ̄θλα τινα #24.. ἀ̄θλα τε και δωρα #25.. ἀ̄θλα τε και δωρα τινα #26.. σοφοι γε τινες #27.. μουσα τις #28.. μουσαν τινα #29.. μουσων τινων #30.. μουσαις τισιν #31.. εἰ που τις τινα ποτε βλαπτοι #32.. ποιητης τις #33.. ποιητου τινος #34.. διδασκαλος τις #35.. διδασκαλων τινων #36.. διδασκαλου τινος #37.. δοξαν τινα #38.. δοξα τις #39.. τῳ ἀδελφῳ γε #40.. ὁ ἀδελφος γε II. #1.. ὑ̄μᾶς οὐ βλάπτομεν. #2.. ἡμᾶς βλάπτετε. #3.. ἐγὼ δὴ οὐ βλάπτω ἐκείνᾱς, ἀλλὰ σύ. #4.. οὐ βλάπτω ἐκεῖνον, ἀλλὰ σέ. #5.. οὐ βλάπτομέν σε. #6.. ἔμοιγε τοῦτο ἔδωκας. #7.. τοῦτό σοι δώσει. #8.. ἡμεῖς δὴ κακὰ πρά̄ττοντες ἡμᾶς αὐτοὺς ἀδικοῦμεν. #9.. μὴ ἀδικήσητε ἡμᾶς ἀλλ' αὐτούς. #10.. ὑ̄μῖν ἔδωκα ἐκεῖνο. #11.. ἐμὲ βλάπτει, ἀλλ' ἐμαυτὸν οὐ βλάπτω. #12.. οὔ με βλάπτει. #13.. ἑαυτὴν διδάσκει, ἀλλ' ἐμὲ οὐ διδάσκει. #14.. ὑ̄μᾶς αὐτοὺς διδάσκετε. #15.. τί τὴν ἀρετήν με διδάσκεις; #16.. τὴν ἀρετήν σού με διδάσκει. #17.. τίνας σύ διδάσκεις; ἀλλ' ἔγωγε τοὺς γέροντας. #18.. καλὰ δῶρά τινα ἐμαυτοῦ δώσω. #19.. τί σαυτῷ δώσεις; #20.. αὐτοῦ τὸν ἀδελφὸν παιδεύω. #21.. τοὺς ἀδελφοὺς αὐτῆς παιδεύεις. #22.. τοὺς πατέρας ἡμῶν ἐθάψατε. #23.. ὁ ἡμέτερος πατήρ σε διδάσκει. #24.. ἡ σὴ μήτηρ κακά τινα πρά̄ττει. #25.. δῶρόν τι τῷ ἐμαυτοῦ πατρὶ δίδωμι. EXERCISES I. #1.. ἄφρων που ὃς ἂν μὴ λάβῃ ἀγαθόν τι διδόμενον παρὰ τῶν φίλων. #2.. αἰσχρόν τι ποιήσᾱς ἄλλους μὲν λάθοις ἄν, σεαυτὸν δὲ οὔ. μὴ οὖν ποίει τοιοῦτο. #3.. τί σὺ ποιήσεις τὴν πόλιν ἑλών; τί ἐμὲ ἐρωτᾷς; ὁ γὰρ στρατηγός γε ἡμᾶς ἂν κελεύσειεν ἢ τὰ̄ς οἰκίᾱς φυλάττειν ἢ χρήματά τε καὶ ζῷα καταλαβεῖν. #4.. τοιοῦτος ἦν ὁ Σωκράτης ὥστε πάντας τοὺς σοφούς τε καὶ σώφρονας αὐτὸν τῑμᾶν. τοῖς γὰρ νόμοις εἵπετο, τοῖς δὲ θεοῖς θυσίᾱς ἦγε καὶ τοὺς πολί̄τᾱς περὶ τῆς ἀρετῆς ἠρώτᾱ. #5.. ἀντὶ τῆς ἀρετῆς τε καὶ τῑμῆς χρήματά γε ᾑροῦντο οἱ ἄφρονες. τί οὐχ οἷόσ τ' ἦν ὁ Σωκράτης τούτους πεῖσαι ἀγαθόν τι ἑλέσθαι; σύ γε, φίλε, ἑλοῦ τὰ τοιαῦτα. #6.. ὦ παῖ, ἴσθι τῷ ὄντι τοιοῦτος οἷος ἦν ὁ πατήρ. #7.. ὁ νεᾱνίᾱς ὁ καλός τε καὶ ἀμαθὴς αὑτὸν ἐν ὕδατί τινι ἰδὼν αὑτόν γε ἐφίλησεν οὐδ' οἷός τ' ἦν ἀπελθεῖν. μετὰ δὲ πέντε ἡμέρᾱς ἐτελεύτησε διὰ τὸν αὑτοῦ ἔρωτα. τρόπον δή τινα τελευτῶσι πάντες οἱ σφᾶς αὐτοὺς φιλοῦντες. #8.. οἷον δὴ πάντες τῑμῶσιν, τὸν τὴν πόλιν σώσαντα στρατηγόν, τοιοῦτοι γενώμεθα. #9.. τοιαῦτα ἆθλα νί̄κης ἡμῖν εἴη ἀεί, οἷα οἱ πατέρες ἠνέγκοντο. #10.. ἐπειδήπερ ἑσπόμεθα ἡμεῖς τῷ Σωκράτει εἰς τὴν ἀγορά̄ν, ἠκούσαμεν αὐτοῦ τοὺς δημιουργοὺς καὶ τοὺς ποιητὰ̄ς ἐρωτῶντος περὶ τῶν τεχνῶν. #11.. ὦ θύγατέρ μου, ἐά̄ν σοι αἰσχρός τις γέρων ἐξ ἀγορᾶς σπῆται, μὴ φοβηθῇς. φυλαττουσῶν γὰρ πᾱσῶν τῶν θεῶν τὰ̄ς νέᾱς, οὔ σε βλάψειεν ἄν. #12.. τόν γε κλέψαντα τὰ τῶν θεῶν ἔξεστι τῷ βουλομένῳ καλέσαι εἰς δίκην. Δημοσθένη οὖν γράψαι, ὦ ῥήτορ. #13.. τῇ ἀληθείᾱͅ ἄφρων ὅσπερ ἂν ἑαυτοῦ μὴ ἄρχων βούληται ἄλλων ἄρχειν. #14.. οἵ γε διδάσκαλοι καίπερ αἰσθανόμενοι τὴν τῶν πολῑτῶν ἀμαθίᾱν οὐχ οἷοί τ' ἔσονται αὐτοὺς ἐκδιδάξαι. #15.. διαπέψωμεν οὖν τοὺς ἡμετέρους δούλους εἰς τὴν πόλιν σου ἀπαγγελοῦντας τοῖς σοῖς τὰ νέα. #16.. ἔγωγε μὲν οὐκ ἀξιῶ τῑμῆς τοὺς ἆθλα μὴ ἐνεγκομένους· οἱ δ' ἄλλοι ἀφρόνως ἐθελόντων τούτους τῑμᾶν. #17.. παρὰ δέ γε τὴν ἐμὴν γνώμην οὐχ ᾑρέθην ἄρχων. οἱ γὰρ ἀμαθεῖς ἀεί που τοὺς ἀναξίους αἱροῦνται. #18.. τί, ὦ Σώκρατες, γέγονεν ὥστε εἶ ἐνταῦθα; οὐ γάρ που καὶ σοί γε δίκη τις οὖσα τυγχάνει; #19.. φίλην τινὰ ἰδοῦσα ἐν τῇ ὁδῷ ἐπαύσατο τῇ μητρὶ ἑπομένη. #20.. καὶ ἐγώ τοι μαθητὴς βουλοίμην ἂν γενέσθαι σός. σὺ γὰρ μόνος οἷός τ' εἶ μοι δεικνύναι τὴν ὁδὸν τὴν εἰς ἀρετὴν φέρουσαν. #21.. οἱ ἐκ τῆς χώρᾱς ξίφη τε καὶ ἀσπίδας φέροντες εἰς τὴν πόλιν ὤφθησαν ὑπὸ τῶν φυλάκων τῶν πρὸ τῶν τειχῶν τεταγμένων. #22.. ἐγώ τοι τὸν ἀδελφόν σου οὔ με ἰδόντα ἐν τῇ ἀγορᾷ εἶδον. #23.. τί δὴ φέρων εἰς τὴν ἡμετέρᾱν οἰκίᾱν ἥξεις; ἡμῖν γὰρ ἱκανά ἐστι. #24.. διαφέρει πως τῇ σοφίᾱͅ ὁ Εὐρῑπίδης τῶν ἄλλων ποιητῶν. τοῦτον γὰρ ἡ μοῦσα αὐτὴ ἐξεδίδασκε δείξοντα ἡμῖν τοὺς τῶν ἀνθρώπων τρόπους. ἄκουσον οὖν τούτου λόγον τινά. #25.. ἔστι νεᾱνίᾱς τις ἐν τῇ ὁδῷ πρὸ τῆς οἰκίᾱς βουλόμενός σέ τι ἐρωτῆσαι. ἐρωτῶ οὖν ὑπ' αὐτοῦ. #26.. οὐκ ἀεί που συμφέρει τοὺς νεᾱνίᾱς τὴν ῥητορικὴν διδάξασθαι. οὗτοι γάρ ποτε κακά τινα πρά̄ξαντες οἷοί τ' εἰσὶν ἡμᾶς πεῖσαι μὴ δίκην λαβεῖν. #27.. σοί τοι δηλώσω τὰ ἡμῖν συμφέροντα ἐκείνην τὴν πόλιν ἑλοῦσιν. τῶν γὰρ συμφερόντων δηλωθέντων, ἔπειτα πάντες βουλήσονται μαχέσασθαι. #28.. τοὺς δὲ λίθους διενέγκωμεν διὰ τοῦ πεδίου περιβαλούμενοι τεῖχος τῇ πόλει. #29.. οἷα δὴ ποιεῖ τις, τοιαῦτα καὶ πείσεται ὑφ' ἡμῶν. #30.. ἆρ' οὐ σώφρονές ἐστε; σώφρονες ἔστε. #31.. τοιούτων ὄντων τῶν πρᾱγμάτων ἡμῖν, ἀγαθοὶ ὄντων οἵ γε ῥήτορες. READINGS # A. Aristotle, Politics 1.2 (1253a 7-18) #1.. διότι δὲ πολῑτικὸν ὁ ἄνθρωπος ζῷον πά̄σης μελίττης καὶ παντὸς ἀγελαίου ζῴου μᾶλλον, δῆλον. οὐδὲν γάρ, ὡς φαμέν, μάτην ἡ φύσις ποιεῖ· λόγον δὲ μόνον ἄνθρωπος ἔχει τῶν ζῴων. ἡ μὲν οὖν φωνὴ τοῦ λῡπηροῦ καὶ ἡδέος ἐστὶ σημεῖον, διὸ καὶ τοῖς ἄλλοις ὑπάρχει ζῴοις (μέχρι γὰρ τούτου ἡ φύσις αὐτῶν ἐλήλυθεν, τοῦ ἔχειν αἴσθησιν λῡπηροῦ καὶ ἡδέος καὶ ταῦτα σημαίνειν ἀλλήλοις), ὁ δὲ λόγος ἐπὶ τῷ δηλοῦν ἐστι τὸ συμφέρον καὶ τὸ βλαβερόν, ὥστε καὶ τὸ δίκαιον καὶ τὸ ἄδικον: τοῦτο γὰρ πρὸς τἆλλα ζῷα τοῖς ἀνθρώποις ἴδιον, τὸ μόνον ἀγαθοῦ καὶ κακοῦ καὶ δικαίου καὶ ἀδίκου καὶ τῶν ἄλλων αἴσθησιν ἔχειν, ἡ δὲ τούτων κοινωνίᾱ ποιεῖ οἰκίᾱν καὶ πόλιν. # B. Sophokles, Oedipus the King 380-389 #1.. ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ, ὅσος παρ' ὑ̄μῖν ὁ φθόνος φυλάσσεται, εἰ τῆσδέ γ' ἀρχῆς οὕνεχ', ἣν ἐμοὶ πόλις δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν, ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, λάθρᾱͅ μ' ὑπελθὼν ἐκβαλεῖν ἱ̄μείρεται, ὑφεὶς μάγον τοιόνδε μηχανορράφον, δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν μόνον δέδορκε, τὴν τέχνην δ' ἔφῡ τυφλός. # C. Euripides, Medea 46-60 #1.. ΤΡΟΦΟΣ. ἀλλ' οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι κακῶν· νέᾱ γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ. ΠΑΙΔΑΓΩΓΟΣ. παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς, τί πρὸς πύλαισι τήνδ' ἄγουσ' ἐρημίᾱν ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά; πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει; ΤΡ. τέκνων ὀπᾱδὲ πρέσβυ τῶν Ἰά̄σονος, χρηστοῖσι δούλοις ξυμφορὰ̄ τὰ δεσποτῶν κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται. ἐγὼ γὰρ ἐς τοῦτ' ἐκβέβηκ' ἀλγηδόνος, ὥσθ' ἵ̄μερός μ' ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχᾱς. ΠΑ. οὔπω γὰρ ἡ τάλαινα παύεται γόων; ΤΡ. ζηλῶ σ'· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.