Hansen and Quinn: Unit 16, Greek Drills, Exercises, and Readings (without macrons)

DRILLS

I.
#1.. λέγεις ὅτι ὁ Σωκράτης τοῦτο ποιήσει.
#2.. εἶπεν ὅτι ὁ Σωκράτης τοῦτο ποιήσοι.
#3.. εἴπομεν ὅτι ὁ Σωκράτης τοῦτ' ἐποίησεν.
#4.. εἴπομεν ὅτι ὁ Σωκράτης τοῦτο ποιήσειεν.
#5.. εἶπον ὅτι ὁ Σωκράτης τοῦτο ποιοίη.
#6.. εἶπον ὅτι ὁ Σωκράτης τοῦτο ποιεῖ.
#7.. λέγουσιν ὡς ταῦθ' ὑπὸ Δημοσθένους οὐκ ἐπράχθη.
#8.. εἶπεν ὡς ταῦθ' ὑπὸ Δημοσθένους οὐ πραχθείη.
#9.. εἶπες, ὦ Σώκατες, ὡς τοὺς νέους περὶ ἀρετῆς διδάξοις;
#10.. λέγω ὅτι οἱ ἄγγελοι τὴν νίκην ἀπαγγελοῦσιν.
#11.. εἶπον ὅτι οἱ ἄγγελοι τὴν νίκην τοῖς ἐν τῇ πόλει ἀπαγγελοῖεν.
#12.. εἶπον ὅτι οἱ ἄγγελοι τὴν νίκην τοῖς ἠδικημένοις ἀπαγγέλοιεν.
#13.. εἶπον ὡς οἱ ἄγγελοι ταῦτα τοῖς ἄρχουσιν ἀπαγγείλειαν.
#14.. εἶπον ὅτι οἱ ἄγγελοι ταῦτα τοῖς ἄρχουσιν ἀπαγγελοῦσιν.

II.
#1.. νομίζομεν Σωκράτη τοῦτο πεποιηκέναι.
#2.. νομίζετε Σωκράτη τοῦτο ποιήσειν.
#3.. ἐνόμιζες Σωκράτη ταῦτ' οὐ ποιήσειν.
#4.. ἐνόμιζες Σωκράτη ταῦτα πεποιηκέναι.
#5.. νομίζουσι Σωκράτη τοῦτο ποιεῖν.
#6.. νομίζουσι Σωκράτη τοῦτο ποιῆσαι.
#7.. νομιεῖτε Σωκράτη ταῦτα ποιῆσαι.
#8.. ἐνομίσατε Σωκράτη τοῦτο ποιεῖν;
#9.. νομίζομεν ὑμᾶς οὐ ταῦτα ποιεῖν.
#10.. νομιεῖτε ἡμᾶς τοῦτο ποιῆσαι.
#11.. νομίζω ταῦθ' ὑπὸ Σωκράτους ποιηθῆναι.
#12.. ἐνομίζετ' αὐτοὺς ταῦτ' οὐ ποιήσειν.
#13.. νομίζει ἀγαθὴ εἶναι.
#14.. νομίζει αὐτὴν ἀγαθὴν εἶναι.
#15.. νομίζω αὐτοὺς ὑπὸ τοῦ Σωκράτους διδαχθῆναι.
#16.. νομίζετε τοὺς αὐτοὺς ὑπὸ τοῦ Σωκράτους διδαχθῆναι.
#17.. νομίζομεν ὑπὸ τοῦ Σωκράτους διδάσκεσθαι.

III.
#1.. ἀγγέλλετε τὸν Δημοσθένη κακὰ ποιοῦντα.
#2.. ἀγγέλλετε τὸν Δημοσθένη κακὰ ποιήσαντα.
#3.. ἠγγέλλετε τοῦτον κακὰ ποιοῦντα.
#4.. ἠγγέλλομεν τοῦτον κακὰ ποιήσοντα.
#5.. ἠγγείλατε τούτους καλὰ πεποιηκότας.
#6.. ἀγγελεῖτε τούτους καλὰ ποιοῦντας.
#7.. ἀγγελεῖ ἡμᾶς κακὰ ποιήσοντας.
#8.. ἀγγελῶ ὑμᾶς κακὰ ποιήσαντας.
#9.. ἀκούετε τόνδε τὸν ἄνδρα κακὰ παθόντα.
#10.. ἠκούσατε τόνδε τὸν ἄνδρα κακῶς πάσχοντα.
#11.. ἠκούετε τοῦτον κακῶς πεπονθότα.
#12.. ἀκούεις τόνδε κακὰ ὑπὸ τῶν ἐχθρῶν πεισόμενον.
#13.. ἤγγελλεν ὁ κῆρυξ ταύτας κακὰ πεποιηκυίας.
#14.. ἀγγελλέτω ὁ κῆρυξ ταύτας κακὰς οὔσας.
#15.. οὐκ αἰσθάνεσθε κακοὶ ὄντες.
#16.. ᾐσθανόμην τοῦτον κακὸν ὄντα.
#17.. ᾐσθανόμην κακὸς ὤν.
#18.. ᾐσθόμεθα τοὺς ὁπλίτας μαχομένους.
#19.. ᾐσθόμεθα τῶν ὁπλιτῶν μαχομένων.
#20.. αἰσθήσεσθε τοὺς ὁπλίτας προσελθόντας.

IV.
#1.. ἔλεγον ὅτι οἱ Εὐριπίδου φίλοι, αἰσχροὶ ὄντες, φύγοιεν.
#2.. ἠγγείλαμεν τοὺς Εὐριπίδου φίλους φυγόντας.
#3.. ἠγγείλαμεν τοὺς Εὐριπίδου φίλους φεύγοντας.
#4.. νόμισον τοὺς Εὐριπίδου φίλους φυγεῖν.
#5.. ἐνόμισα τοὺς Εὐριπίδου φίλους φεύγειν.
#6.. ἐνομίζετε τοὺς Εὐριπίδου φίλους φεύξεσθαι.
#7.. ἀκούεις τὸν Δημοσθένους πατέρα οἶνον κεκλοφότα.
#8.. δείξω δὴ τὸν πατέρα τὸν Δημοσθένους οἶνον οὐ κλέψαντα.
#9.. ἤκουσας, ὦ παῖ, τὸν Δημοσθένους πατέρα οἶνον οὐ κλέπτοντα;
#10.. ἤκουσας, ὦ γέρον, τοῦ πατρὸς τοῦ Δημοσθένους οἶνον κλέπτοντος;
#11.. ὦ ἄνδρες, νομιεῖτε τὸν Δημοσθένους πατέρα οἶνον κλέψαι.
#12.. ὦ θυγατέρες, ἐνομίσατε τὸν Δημοσθένους πατέρα οἶνον κλέψειν;
#13.. εἴπομεν ὡς οὗτος τόνδε τὸν οἶνον οὐ κλέψαι.
#14.. ἐλέγομεν ὅτι ἐκεῖνος οἶνον οὐ κλέψοι.
#15.. εἶπες, ὦ γύναι, ὅτι τὸν οἶνον οὗτος οὐ κλέπτοι.
#16.. εἶπεν ὅτι τὸν οἶνον οὐ κλέψει.
#17.. νομίζομεν αὐτοὺς ἀγαθοὺς εἶναι.
#18.. νομίζομεν ἀγαθοὶ εἶναι.
#19.. αὐτὰς ᾔσθεσθε σώφρονας οὔσας.
#20.. ᾔσθεσθε σώφρονες οὖσαι.
#21.. ἐνόμισαν αὐτὰς ἄνδρας εἶναι.
#22.. ἐνόμισαν αἰσχραὶ εἶναι.

EXERCISES

I.
#1.. νομίζετε τόν γε Σωκράτη πολλὰ καὶ κακὰ παθεῖν.
#2.. ἤκουσαν ποιητήν τινα τοὺς νέους διδάξοντα.
#3.. ἐλέξαμεν ὡς οὔποτε ἀνδράσι δουλεύσοιμεν.
#4.. τοὺς ἄνευ σωφροσύνης φαμὲν τὴν πόλιν προδώσειν.
#5.. ἕκαστος εἶπεν ὅτι ἀναβήσεται εἰς ἐκείνην τὴν ναῦν τὴν ἐν τῷ λιμένι.
#6.. σύ γε νὴ τὸν Δία ἤγγειλάς μοι πολλοὺς πονηρούς τε καὶ ἄφρονας ἐν τῇ στάσει ἐκπεσόντας ἐκ πόλεως.
#7.. εἰ γὰρ μήτε Ζεὺς μήτε οἱ ἄλλοι δαίμονες σώσαιεν τοὺς τὸν δῆμον προδόντας.
#8.. ἔγωγε ἐνόμιζον τὸν βασιλέα εἰς τὴν ἑαυτοῦ πόλιν ἀναβαίνειν.
#9.. μὴ εἴπῃς ὡς οὐκ ἔστι Ζεύς.
#10.. φῶμεν μόνους τοὺς σοφοὺς εὐδαίμονας εἶναι;
#11.. (a) ᾔσθοντο τοὺς ὁπλίτας ἀδικοῦντας.
(b) ᾔσθοντο οἱ ὁπλῖται ἀδικοῦντες.
#12.. ἡμῖν ἔφησθά που Σωκράτει μὲν οὔτε χρυσὸν οὔτ' ἄργυρον εἶναι, τοῖς μαθηταῖς δὲ τοῖς εὐγενέσι καὶ χρυσὸν καὶ ἀργύριον πολύ.
#13.. ποῖα πέπραχεν οὗτος; οἷα γὰρ ἂν πράξῃ τις, τοιοῦτος ἔσται τήν γε ψυχήν.
#14.. ἀκούομέν σε πόλιν τε τὴν ἡμετέραν αὐτῶν προδιδόντα καὶ δῶρα πολλὰ παρὰ Λακεδαιμονίων αὐτίκα ληψόμενον. οὐ γὰρ ἡμᾶς λανθάνεις κακὰ ποιῶν.
#15.. κατέβημεν εἰς θάλατταν ὡς τὰς τῶν βαρβάρων ναῦς ἴδωμεν.
#16.. εἶπεν ὁ τὸν οἶνον κεκλοφὼς ὅτι δίκην οὔποτε δώσοι.
#17.. ὦ ἄνδρες Ἀθηαῖοι, ἐὰν Σωκράτη θανάτου ἀξιώσητε, οἵ γε σώφρονες οὔποθ' ὑμᾶς νομιοῦσι τὸ δίκαιον ποιῆσαι.
#18.. τίν' ἂν τρόπον γνοῖμεν σαφῶς τὴν τῆς σωφροσύνης φύσιν; ταύτην γὰρ γνόντες καὶ ἡμᾶς αὐτοὺς εὖ γνωσόμεθα.
#19.. ἆρα τοῦ Σωκράτους ἤκουσας λέγοντος ὡς χαλεπὸν εἴη ἀνθρώπῳ τὸ αὑτὸν γνῶναι;
#20.. ἔλεγέν τις πονηρὸς ὅτι αὐτός γε, καίπερ ἐν τῇ τότε στάσει ἐκπεσὼν ἐκ τῆς πόλεως, οὐκ ἐκπεσοῖτο ὑπὸ τῶν νῦν ἀρχόντων· δῶρα γάρ τινα λαμβάνοιεν ἄν.
#21.. ἐκ τοῦ θεάτρου ἐκβάλετε τὸν ποιητὴν τὸν ἡμᾶς φήσαντα κακοὺς στρατηγοὺς αἱρεῖσθαι. ἢ οὐ φοβεῖσθε μὴ ὁ τοιαῦτα λέγων ἡμᾶς πάντας βλάψῃ;
#22.. ὦ ἄνδρες, ἔτι ἐν κινδύνῳ οὔσης τῆς πόλεως μήτε μαχόμενοι παυσώμεθα μήτε τοιούτῳ ῥήτορι πεισθέντες προδῶμεν ἡμᾶς αὐτούς.
#23.. οἷοι εἴησαν οἵ γε πολῖται, τοιαύτη ἂν εἴη καὶ ἡ πόλις.
#24.. αὐτούς φησι τὰς σφετέρας αὐτῶν ναῦς εἰς τὴν νῆσον πέμψειν.
#25.. (a) ἔφατέ με κακῶς πράξειν.
(b) ἔφατε κακῶς πράξειν.
(c) φήσετε τάσδε καλῶς πράττειν.
(d) φήσετε τάσδε καλῶς πρᾶξαι.
#26.. εἴ πού σοί τινές ποθ' ἕποιντο, οἷός τ' ἂν εἴης τὴν πολιτείαν καταλύσας ἄρξαι τοῦ δήμου.
#27.. εἱλόμην λόγον εἰπεῖν ἐν τῷ νῦν ῥητορικῆς ἀγῶνι νομίσας ἱκανὸν ἆθλον ἔσεσθαί μοι οὐτε χρυσὸν οὔτ' ἄργυρον ἀλλὰ μόνον τὴν δόξαν τὴν ἀπ' αὐτοῦ τοῦ λόγου γενησομένην.
#28.. -- Μανθάνεις, ὦ παῖ, τὰ λεγόμενα;
-- Πάνυ γε· λέγεις γάρ που ὅτι πᾶσι μὲν ἔξεστι καλῶς πράττειν, πολλοὶ δὲ διὰ τὴν αὑτῶν ἀμαθίαν πράττουσι κακῶς.
-- Εὖ γε· τίνα δὴ τρόπον γένοιντ' ἂν οὗτοι εὐδαίμονες;
-- Κατά γε τὴν σὴν γνώμην οἱ πονηροὶ γνόντες τὴν τῆς σωφροσύνης φύσιν παύσονταί πως ἀδικοῦντες.
#29.. (a) τοῦτον ἤγγειλεν ἐκ πόλεως ἐκφεύγοντα.
(b) τοῦτον ἤγγειλεν ἐκ πόλεως ἐκφυγόντα.
(c) τοῦτον ἤγγειλεν ἐκ πόλεως ἐκπεφευγότα.
(d) τοῦτον ἤγγειλεν ἐκ πόλεως ἐκφευξόμενον.
#30.. γνῶθι σαυτόν.
#31.. ὦ Ζεῦ καὶ θεοί, τίς χαίροι ἂν ἀκούων τὸν Σωκράτη θανάτου τ' ἀξιωθέντα ὑπὸ πονηρῶν τινων καὶ πέντε ἡμερῶν τὸν βίον τελευτήσοντα;
#32.. ὑμεῖς αὐτοί, ὦ ῥήτορες, ἐδείκνυθ' ὅτι δημοκρατία μὲν ἀγαθὴ εἴη πολιτεία, βασιλέων δὲ τῶν παλαιῶν πολλοὶ οὔτε κακῶς οὔτε πονηρῶς τοῦ δήμου ἄρξαιεν.

READINGS

# A. Plato, Gorgias 455a8-456c2

#1.. ΣΩ. Φέρε δή, ἴδωμεν τί ποτε καὶ λέγομεν περὶ τῆς ῥητορικῆς· ἐγὼ μὲν γάρ τοι οὐδ' αὐτός πω δύναμαι κατανοῆσαι ὅτι λέγω. ὅταν περὶ ἰατρῶν αἱρέσεως ᾖ τῇ πόλει σύλλογος ἢ περὶ ναυπηγῶν ἢ περὶ ἄλλου τινὸς δημιουργικοῦ ἔθνους, ἄλλο τι ἢ τότε ὁ ῥητορικὸς οὐ συμβουλεύσει; δῆλον γὰρ ὅτι ἐν ἑκάστῃ αἱρέσει τὸν τεχνικώτατον δεῖ αἱρεῖσθαι. οὐδ' ὅταν τειχῶν περὶ οἰκοδομήσεως ἢ λιμένων κατασκευῆς ἢ νεωρίων, ἀλλ' οἱ ἀρχιτέκτονες· οὐδ' αὖ ὅταν στρατηγῶν αἱρέσεως πέρι ἢ τάξεώς τινος πρὸς πολεμίους ἢ χωρίων καταλήψεως συμβουλὴ ᾖ, ἀλλ' οἱ στρατηγικοὶ τότε συμβουλεύσουσιν, οἱ ῥητορικοὶ δὲ οὔ· ἢ πῶς λέγεις, ὦ Γοργία, τὰ τοιαῦτα; ἐπειδὴ γὰρ αὐτός τε φῂς ῥήτωρ εἶναι καὶ ἄλλους ποιεῖν ῥητορικούς, εὖ ἔχει τὰ τῆς σῆς τέχνης παρὰ σοῦ πυνθάνεσθαι. καὶ ἐμὲ νῦν νόμισον καὶ τὸ σὸν σπεύδειν· ἴσως γὰρ καὶ τυγχάνει τις τῶν ἔνδον ὄντων μαθητής σου βουλόμενος γενέσθαι, ὡς ἐγώ τινας σχεδὸν καὶ συχνοὺς αἰσθάνομαι, οἳ ἴσως αἰσχύνοιντ' ἄν σε ἀνερέσθαι. ὑπ' ἐμοῦ οὖν ἀνερωτώμενος νόμισον καὶ ὑπ' ἐκείνων ἀνερωτᾶσθαι· "τί ἡμῖν, ὦ Γοργία, ἔσται, ἐάν σοι συνῶμεν; περὶ τίνων τῇ πόλει συμβουλεύειν οἷοί τε ἐσόμεθα; πότερον περὶ δικαίου μόνον καὶ ἀδίκου ἢ καὶ περὶ ὧν νυνδὴ Σωκράτης ἔλεγεν;" πειρῶ οὖν αὐτοῖς ἀποκρίνεσθαι.
ΓΟΡ. Ἀλλ' ἐγώ σοι πειράσομαι, ὦ Σώκρατες, σαφῶς ἀποκαλύψαι τὴν τῆς ῥητορικῆς δύναμιν ἅπασαν· αὐτὸς γὰρ καλῶς ὑφηγήσω. οἶσθα γὰρ δήπου ὅτι τὰ νεώρια ταῦτα καὶ τὰ τείχη τὰ Ἀθηναίων καὶ ἡ τῶν λιμένων κατασκευὴ ἐκ τῆς Θεμιστοκλέους συμβουλῆς γέγονεν, τὰ δ' ἐκ τῆς Περικλέους ἀλλ' οὐκ ἐκ τῶν δημιουργῶν.
ΣΩ. Λέγεται ταῦτα, ὦ Γοργία, περὶ Θεμιστοκλέους· Περικλέους δὲ καὶ αὐτὸς ἤκουον ὅτε συνεβούλευεν ἡμῖν περὶ τοῦ διὰ μέσου τείχους.
ΓΟΡ. Καὶ ὅταν γέ τις αἵρεσις ᾖ ὧν νυνδὴ σὺ ἔλεγες, ὦ Σώκρατες, ὁρᾷς ὅτι οἱ ῥήτορές εἰσιν οἱ συμβουλεύοντες καὶ οἱ νικῶντες τὰς γνώμας περὶ τούτων.
ΣΩ. Ταῦτα καὶ θαυμάζων, ὦ Γοργία, πάλαι ἐρωτῶ τίς ποτε ἡ δύναμίς ἐστιν τῆς ῥητορικῆς. δαιμονία γάρ τις ἔμοιγε καταφαίνεται τὸ μέγεθος οὕτω σκοποῦντι.
ΓΟΡ. Εἰ πάντα γε εἰδείης, ὦ Σώκρατες, ὅτι ὡς ἔπος εἰπεῖν ἁπάσας τὰς δυνάμεις συλλαβοῦσα ὑφ' αὑτῇ ἔχει. μέγα δέ σοι τεκμήριον ἐρῶ· πολλάκις γὰρ ἤδη ἔγωγε μετὰ τοῦ ἀδελφοῦ καὶ μετὰ τῶν ἄλλων ἰατρῶν εἰσελθὼν παρά τινα τῶν καμνόντων οὐχὶ ἐθέλοντα ἢ φάρμακον πιεῖν ἢ τεμεῖν ἢ καῦσαι παρασχεῖν τῷ ἰατρῷ, οὐ δυναμένου τοῦ ἰατροῦ πεῖσαι, ἐγὼ ἔπεισα, οὐκ ἄλλῃ τέχνῃ ἢ τῇ ῥητορικῇ. φημὶ δὲ καὶ εἰς πόλιν ὅποι βούλει ἐλθόντα ῥητορικὸν ἄνδρα καὶ ἰατρόν, εἰ δέοι λόγῳ διαγωνίζεσθαι ἐν ἐκκλησίᾳ ἢ ἐν ἄλλῳ τινὶ συλλόγῳ ὁπότερον δεῖ αἱρεθῆναι ἰατρόν, οὐδαμοῦ ἂν φανῆναι τὸν ἰατρόν, ἀλλ' αἱρεθῆναι ἂν τὸν εἰπεῖν δυνατόν, εἰ βούλοιτο.

# B. Isokrates, To Demosthenes 1-3

#1.. Ἐν πολλοῖς μέν, ὦ Δημόνικε, πολὺ διεστώσας εὑρήσομεν τάς τε τῶν σπουδαίων γνώμας καὶ τὰς τῶν φαύλων διανοίας· πολὺ δὲ μεγίστην διαφορὰν εἰλήφασιν ἐν ταῖς πρὸς ἀλλήλους συνηθείαις· οἱ μὲν γὰρ τοὺς φίλους παρόντας μόνον τιμῶσιν, οἱ δὲ καὶ μακρὰν ἀπόντας ἀγαπῶσι· καὶ τὰς μὲν τῶν φαύλων συνηθείας ὀλίγος χρόνος διέλυσε, τὰς δὲ τῶν σπουδαίων φιλίας οὐδ' ἂν ὁ πᾶς αἰὼν ἐξαλείψειεν. ἡγούμενος οὖν πρέπειν τοὺς δόξης ὀρεγομένους καὶ παιδείας ἀντιποιουμένους τῶν σπουδαίων ἀλλὰ μὴ τῶν φαύλων εἶναι μιμητάς, ἀπέσταλκά σοι τόνδε τὸν λόγον δῶρον, τεκμήριον μὲν τῆς πρὸς ὑμᾶς εὐνοίας, σημεῖον δὲ τῆς πρὸς Ἱππόνικον συνηθείας· πρέπει γὰρ τοὺς παῖδας, ὥσπερ τῆς οὐσίας, οὕτω καὶ τῆς φιλίας τῆς πατρικῆς κληρονομεῖν. ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον· σὺ μὲν γὰρ παιδείας ἐπιθυμεῖς, ἐγὼ δὲ παιδεύειν ἄλλους ἐπιχειρῶ, καὶ σοὶ μὲν ἀκμὴ φιλοσοφεῖν, ἐγὼ δὲ τοὺς φιλοσοφοῦντας ἐπανορθῶ.