Hansen and Quinn: Unit 16, Greek Drills, Exercises, and Readings (with macrons) DRILLS I. #1.. λέγεις ὅτι ὁ Σωκράτης τοῦτο ποιήσει. #2.. εἶπεν ὅτι ὁ Σωκράτης τοῦτο ποιήσοι. #3.. εἴπομεν ὅτι ὁ Σωκράτης τοῦτ' ἐποίησεν. #4.. εἴπομεν ὅτι ὁ Σωκράτης τοῦτο ποιήσειεν. #5.. εἶπον ὅτι ὁ Σωκράτης τοῦτο ποιοίη. #6.. εἶπον ὅτι ὁ Σωκράτης τοῦτο ποιεῖ. #7.. λέγουσιν ὡς ταῦθ' ὑπὸ Δημοσθένους οὐκ ἐπρά̄χθη. #8.. εἶπεν ὡς ταῦθ' ὑπὸ Δημοσθένους οὐ πρᾱχθείη. #9.. εἶπες, ὦ Σώκατες, ὡς τοὺς νέους περὶ ἀρετῆς διδάξοις; #10.. λέγω ὅτι οἱ ἄγγελοι τὴν νί̄κην ἀπαγγελοῦσιν. #11.. εἶπον ὅτι οἱ ἄγγελοι τὴν νί̄κην τοῖς ἐν τῇ πόλει ἀπαγγελοῖεν. #12.. εἶπον ὅτι οἱ ἄγγελοι τὴν νί̄κην τοῖς ἠδικημένοις ἀπαγγέλοιεν. #13.. εἶπον ὡς οἱ ἄγγελοι ταῦτα τοῖς ἄρχουσιν ἀπαγγείλειαν. #14.. εἶπον ὅτι οἱ ἄγγελοι ταῦτα τοῖς ἄρχουσιν ἀπαγγελοῦσιν. II. #1.. νομίζομεν Σωκράτη τοῦτο πεποιηκέναι. #2.. νομίζετε Σωκράτη τοῦτο ποιήσειν. #3.. ἐνόμιζες Σωκράτη ταῦτ' οὐ ποιήσειν. #4.. ἐνόμιζες Σωκράτη ταῦτα πεποιηκέναι. #5.. νομίζουσι Σωκράτη τοῦτο ποιεῖν. #6.. νομίζουσι Σωκράτη τοῦτο ποιῆσαι. #7.. νομιεῖτε Σωκράτη ταῦτα ποιῆσαι. #8.. ἐνομίσατε Σωκράτη τοῦτο ποιεῖν; #9.. νομίζομεν ὑ̄μᾶς οὐ ταῦτα ποιεῖν. #10.. νομιεῖτε ἡμᾶς τοῦτο ποιῆσαι. #11.. νομίζω ταῦθ' ὑπὸ Σωκράτους ποιηθῆναι. #12.. ἐνομίζετ' αὐτοὺς ταῦτ' οὐ ποιήσειν. #13.. νομίζει ἀγαθὴ εἶναι. #14.. νομίζει αὐτὴν ἀγαθὴν εἶναι. #15.. νομίζω αὐτοὺς ὑπὸ τοῦ Σωκράτους διδαχθῆναι. #16.. νομίζετε τοὺς αὐτοὺς ὑπὸ τοῦ Σωκράτους διδαχθῆναι. #17.. νομίζομεν ὑπὸ τοῦ Σωκράτους διδάσκεσθαι. III. #1.. ἀγγέλλετε τὸν Δημοσθένη κακὰ ποιοῦντα. #2.. ἀγγέλλετε τὸν Δημοσθένη κακὰ ποιήσαντα. #3.. ἠγγέλλετε τοῦτον κακὰ ποιοῦντα. #4.. ἠγγέλλομεν τοῦτον κακὰ ποιήσοντα. #5.. ἠγγείλατε τούτους καλὰ πεποιηκότας. #6.. ἀγγελεῖτε τούτους καλὰ ποιοῦντας. #7.. ἀγγελεῖ ἡμᾶς κακὰ ποιήσοντας. #8.. ἀγγελῶ ὑ̄μᾶς κακὰ ποιήσαντας. #9.. ἀκούετε τόνδε τὸν ἄνδρα κακὰ παθόντα. #10.. ἠκούσατε τόνδε τὸν ἄνδρα κακῶς πάσχοντα. #11.. ἠκούετε τοῦτον κακῶς πεπονθότα. #12.. ἀκούεις τόνδε κακὰ ὑπὸ τῶν ἐχθρῶν πεισόμενον. #13.. ἤγγελλεν ὁ κῆρυξ ταύτᾱς κακὰ πεποιηκυίᾱς. #14.. ἀγγελλέτω ὁ κῆρυξ ταύτᾱς κακὰ̄ς οὔσᾱς. #15.. οὐκ αἰσθάνεσθε κακοὶ ὄντες. #16.. ᾐσθανόμην τοῦτον κακὸν ὄντα. #17.. ᾐσθανόμην κακὸς ὤν. #18.. ᾐσθόμεθα τοὺς ὁπλί̄τᾱς μαχομένους. #19.. ᾐσθόμεθα τῶν ὁπλῑτῶν μαχομένων. #20.. αἰσθήσεσθε τοὺς ὁπλί̄τᾱς προσελθόντας. IV. #1.. ἔλεγον ὅτι οἱ Εὐρῑπίδου φίλοι, αἰσχροὶ ὄντες, φύγοιεν. #2.. ἠγγείλαμεν τοὺς Εὐρῑπίδου φίλους φυγόντας. #3.. ἠγγείλαμεν τοὺς Εὐρῑπίδου φίλους φεύγοντας. #4.. νόμισον τοὺς Εὐρῑπίδου φίλους φυγεῖν. #5.. ἐνόμισα τοὺς Εὐρῑπίδου φίλους φεύγειν. #6.. ἐνομίζετε τοὺς Εὐρῑπίδου φίλους φεύξεσθαι. #7.. ἀκούεις τὸν Δημοσθένους πατέρα οἶνον κεκλοφότα. #8.. δείξω δὴ τὸν πατέρα τὸν Δημοσθένους οἶνον οὐ κλέψαντα. #9.. ἤκουσας, ὦ παῖ, τὸν Δημοσθένους πατέρα οἶνον οὐ κλέπτοντα; #10.. ἤκουσας, ὦ γέρον, τοῦ πατρὸς τοῦ Δημοσθένους οἶνον κλέπτοντος; #11.. ὦ ἄνδρες, νομιεῖτε τὸν Δημοσθένους πατέρα οἶνον κλέψαι. #12.. ὦ θυγατέρες, ἐνομίσατε τὸν Δημοσθένους πατέρα οἶνον κλέψειν; #13.. εἴπομεν ὡς οὗτος τόνδε τὸν οἶνον οὐ κλέψαι. #14.. ἐλέγομεν ὅτι ἐκεῖνος οἶνον οὐ κλέψοι. #15.. εἶπες, ὦ γύναι, ὅτι τὸν οἶνον οὗτος οὐ κλέπτοι. #16.. εἶπεν ὅτι τὸν οἶνον οὐ κλέψει. #17.. νομίζομεν αὐτοὺς ἀγαθοὺς εἶναι. #18.. νομίζομεν ἀγαθοὶ εἶναι. #19.. αὐτὰ̄ς ᾔσθεσθε σώφρονας οὔσᾱς. #20.. ᾔσθεσθε σώφρονες οὖσαι. #21.. ἐνόμισαν αὐτὰ̄ς ἄνδρας εἶναι. #22.. ἐνόμισαν αἰσχραὶ εἶναι. EXERCISES I. #1.. νομίζετε τόν γε Σωκράτη πολλὰ καὶ κακὰ παθεῖν. #2.. ἤκουσαν ποιητήν τινα τοὺς νέους διδάξοντα. #3.. ἐλέξαμεν ὡς οὔποτε ἀνδράσι δουλεύσοιμεν. #4.. τοὺς ἄνευ σωφροσύνης φαμὲν τὴν πόλιν προδώσειν. #5.. ἕκαστος εἶπεν ὅτι ἀναβήσεται εἰς ἐκείνην τὴν ναῦν τὴν ἐν τῷ λιμένι. #6.. σύ γε νὴ τὸν Δία ἤγγειλάς μοι πολλοὺς πονηρούς τε καὶ ἄφρονας ἐν τῇ στάσει ἐκπεσόντας ἐκ πόλεως. #7.. εἰ γὰρ μήτε Ζεὺς μήτε οἱ ἄλλοι δαίμονες σώσαιεν τοὺς τὸν δῆμον προδόντας. #8.. ἔγωγε ἐνόμιζον τὸν βασιλέᾱ εἰς τὴν ἑαυτοῦ πόλιν ἀναβαίνειν. #9.. μὴ εἴπῃς ὡς οὐκ ἔστι Ζεύς. #10.. φῶμεν μόνους τοὺς σοφοὺς εὐδαίμονας εἶναι; #11.. (a) ᾔσθοντο τοὺς ὁπλί̄τᾱς ἀδικοῦντας. (b) ᾔσθοντο οἱ ὁπλῖται ἀδικοῦντες. #12.. ἡμῖν ἔφησθά που Σωκράτει μὲν οὔτε χρῡσὸν οὔτ' ἄργυρον εἶναι, τοῖς μαθηταῖς δὲ τοῖς εὐγενέσι καὶ χρῡσὸν καὶ ἀργύριον πολύ. #13.. ποῖα πέπρᾱχεν οὗτος; οἷα γὰρ ἂν πρά̄ξῃ τις, τοιοῦτος ἔσται τήν γε ψῡχήν. #14.. ἀκούομέν σε πόλιν τε τὴν ἡμετέρᾱν αὐτῶν προδιδόντα καὶ δῶρα πολλὰ παρὰ Λακεδαιμονίων αὐτίκα ληψόμενον. οὐ γὰρ ἡμᾶς λανθάνεις κακὰ ποιῶν. #15.. κατέβημεν εἰς θάλατταν ὡς τὰ̄ς τῶν βαρβάρων ναῦς ἴδωμεν. #16.. εἶπεν ὁ τὸν οἶνον κεκλοφὼς ὅτι δίκην οὔποτε δώσοι. #17.. ὦ ἄνδρες Ἀθηαῖοι, ἐὰ̄ν Σωκράτη θανάτου ἀξιώσητε, οἵ γε σώφρονες οὔποθ' ὑ̄μᾶς νομιοῦσι τὸ δίκαιον ποιῆσαι. #18.. τίν' ἂν τρόπον γνοῖμεν σαφῶς τὴν τῆς σωφροσύνης φύσιν; ταύτην γὰρ γνόντες καὶ ἡμᾶς αὐτοὺς εὖ γνωσόμεθα. #19.. ἆρα τοῦ Σωκράτους ἤκουσας λέγοντος ὡς χαλεπὸν εἴη ἀνθρώπῳ τὸ αὑτὸν γνῶναι; #20.. ἔλεγέν τις πονηρὸς ὅτι αὐτός γε, καίπερ ἐν τῇ τότε στάσει ἐκπεσὼν ἐκ τῆς πόλεως, οὐκ ἐκπεσοῖτο ὑπὸ τῶν νῦν ἀρχόντων· δῶρα γάρ τινα λαμβάνοιεν ἄν. #21.. ἐκ τοῦ θεά̄τρου ἐκβάλετε τὸν ποιητὴν τὸν ἡμᾶς φήσαντα κακοὺς στρατηγοὺς αἱρεῖσθαι. ἢ οὐ φοβεῖσθε μὴ ὁ τοιαῦτα λέγων ἡμᾶς πάντας βλάψῃ; #22.. ὦ ἄνδρες, ἔτι ἐν κινδύ̄νῳ οὔσης τῆς πόλεως μήτε μαχόμενοι παυσώμεθα μήτε τοιούτῳ ῥήτορι πεισθέντες προδῶμεν ἡμᾶς αὐτούς. #23.. οἷοι εἴησαν οἵ γε πολῖται, τοιαύτη ἂν εἴη καὶ ἡ πόλις. #24.. αὐτούς φησι τὰ̄ς σφετέρᾱς αὐτῶν ναῦς εἰς τὴν νῆσον πέμψειν. #25.. (a) ἔφατέ με κακῶς πρά̄ξειν. (b) ἔφατε κακῶς πρά̄ξειν. (c) φήσετε τά̄σδε καλῶς πρά̄ττειν. (d) φήσετε τά̄σδε καλῶς πρᾶξαι. #26.. εἴ πού σοί τινές ποθ' ἕποιντο, οἷός τ' ἂν εἴης τὴν πολῑτείᾱν καταλύ̄σᾱς ἄρξαι τοῦ δήμου. #27.. εἱλόμην λόγον εἰπεῖν ἐν τῷ νῦν ῥητορικῆς ἀγῶνι νομίσᾱς ἱκανὸν ἆθλον ἔσεσθαί μοι οὐτε χρῡσὸν οὔτ' ἄργυρον ἀλλὰ μόνον τὴν δόξαν τὴν ἀπ' αὐτοῦ τοῦ λόγου γενησομένην. #28.. -- Μανθάνεις, ὦ παῖ, τὰ λεγόμενα; -- Πάνυ γε· λέγεις γάρ που ὅτι πᾶσι μὲν ἔξεστι καλῶς πρά̄ττειν, πολλοὶ δὲ διὰ τὴν αὑτῶν ἀμαθίᾱν πρά̄ττουσι κακῶς. -- Εὖ γε· τίνα δὴ τρόπον γένοιντ' ἂν οὗτοι εὐδαίμονες; -- Κατά γε τὴν σὴν γνώμην οἱ πονηροὶ γνόντες τὴν τῆς σωφροσύνης φύσιν παύσονταί πως ἀδικοῦντες. #29.. (a) τοῦτον ἤγγειλεν ἐκ πόλεως ἐκφεύγοντα. (b) τοῦτον ἤγγειλεν ἐκ πόλεως ἐκφυγόντα. (c) τοῦτον ἤγγειλεν ἐκ πόλεως ἐκπεφευγότα. (d) τοῦτον ἤγγειλεν ἐκ πόλεως ἐκφευξόμενον. #30.. γνῶθι σαυτόν. #31.. ὦ Ζεῦ καὶ θεοί, τίς χαίροι ἂν ἀκούων τὸν Σωκράτη θανάτου τ' ἀξιωθέντα ὑπὸ πονηρῶν τινων καὶ πέντε ἡμερῶν τὸν βίον τελευτήσοντα; #32.. ὑ̄μεῖς αὐτοί, ὦ ῥήτορες, ἐδείκνυθ' ὅτι δημοκρατίᾱ μὲν ἀγαθὴ εἴη πολῑτείᾱ, βασιλέων δὲ τῶν παλαιῶν πολλοὶ οὔτε κακῶς οὔτε πονηρῶς τοῦ δήμου ἄρξαιεν. READINGS # A. Plato, Gorgias 455a8-456c2 #1.. ΣΩ. Φέρε δή, ἴδωμεν τί ποτε καὶ λέγομεν περὶ τῆς ῥητορικῆς· ἐγὼ μὲν γάρ τοι οὐδ' αὐτός πω δύναμαι κατανοῆσαι ὅτι λέγω. ὅταν περὶ ἰᾱτρῶν αἱρέσεως ᾖ τῇ πόλει σύλλογος ἢ περὶ ναυπηγῶν ἢ περὶ ἄλλου τινὸς δημιουργικοῦ ἔθνους, ἄλλο τι ἢ τότε ὁ ῥητορικὸς οὐ συμβουλεύσει; δῆλον γὰρ ὅτι ἐν ἑκάστῃ αἱρέσει τὸν τεχνικώτατον δεῖ αἱρεῖσθαι. οὐδ' ὅταν τειχῶν περὶ οἰκοδομήσεως ἢ λιμένων κατασκευῆς ἢ νεωρίων, ἀλλ' οἱ ἀρχιτέκτονες· οὐδ' αὖ ὅταν στρατηγῶν αἱρέσεως πέρι ἢ τάξεώς τινος πρὸς πολεμίους ἢ χωρίων καταλήψεως συμβουλὴ ᾖ, ἀλλ' οἱ στρατηγικοὶ τότε συμβουλεύσουσιν, οἱ ῥητορικοὶ δὲ οὔ· ἢ πῶς λέγεις, ὦ Γοργίᾱ, τὰ τοιαῦτα; ἐπειδὴ γὰρ αὐτός τε φῂς ῥήτωρ εἶναι καὶ ἄλλους ποιεῖν ῥητορικούς, εὖ ἔχει τὰ τῆς σῆς τέχνης παρὰ σοῦ πυνθάνεσθαι. καὶ ἐμὲ νῦν νόμισον καὶ τὸ σὸν σπεύδειν· ἴσως γὰρ καὶ τυγχάνει τις τῶν ἔνδον ὄντων μαθητής σου βουλόμενος γενέσθαι, ὡς ἐγώ τινας σχεδὸν καὶ συχνοὺς αἰσθάνομαι, οἳ ἴσως αἰσχύ̄νοιντ' ἄν σε ἀνερέσθαι. ὑπ' ἐμοῦ οὖν ἀνερωτώμενος νόμισον καὶ ὑπ' ἐκείνων ἀνερωτᾶσθαι· "τί ἡμῖν, ὦ Γοργίᾱ, ἔσται, ἐά̄ν σοι συνῶμεν; περὶ τίνων τῇ πόλει συμβουλεύειν οἷοί τε ἐσόμεθα; πότερον περὶ δικαίου μόνον καὶ ἀδίκου ἢ καὶ περὶ ὧν νῡνδὴ Σωκράτης ἔλεγεν;" πειρῶ οὖν αὐτοῖς ἀποκρί̄νεσθαι. ΓΟΡ. Ἀλλ' ἐγώ σοι πειρά̄σομαι, ὦ Σώκρατες, σαφῶς ἀποκαλύψαι τὴν τῆς ῥητορικῆς δύναμιν ἅπᾱσαν· αὐτὸς γὰρ καλῶς ὑφηγήσω. οἶσθα γὰρ δήπου ὅτι τὰ νεώρια ταῦτα καὶ τὰ τείχη τὰ Ἀθηναίων καὶ ἡ τῶν λιμένων κατασκευὴ ἐκ τῆς Θεμιστοκλέους συμβουλῆς γέγονεν, τὰ δ' ἐκ τῆς Περικλέους ἀλλ' οὐκ ἐκ τῶν δημιουργῶν. ΣΩ. Λέγεται ταῦτα, ὦ Γοργίᾱ, περὶ Θεμιστοκλέους· Περικλέους δὲ καὶ αὐτὸς ἤκουον ὅτε συνεβούλευεν ἡμῖν περὶ τοῦ διὰ μέσου τείχους. ΓΟΡ. Καὶ ὅταν γέ τις αἵρεσις ᾖ ὧν νῡνδὴ σὺ ἔλεγες, ὦ Σώκρατες, ὁρᾷς ὅτι οἱ ῥήτορές εἰσιν οἱ συμβουλεύοντες καὶ οἱ νῑκῶντες τὰ̄ς γνώμᾱς περὶ τούτων. ΣΩ. Ταῦτα καὶ θαυμάζων, ὦ Γοργίᾱ, πάλαι ἐρωτῶ τίς ποτε ἡ δύναμίς ἐστιν τῆς ῥητορικῆς. δαιμονίᾱ γάρ τις ἔμοιγε καταφαίνεται τὸ μέγεθος οὕτω σκοποῦντι. ΓΟΡ. Εἰ πάντα γε εἰδείης, ὦ Σώκρατες, ὅτι ὡς ἔπος εἰπεῖν ἁπά̄σᾱς τὰ̄ς δυνάμεις συλλαβοῦσα ὑφ' αὑτῇ ἔχει. μέγα δέ σοι τεκμήριον ἐρῶ· πολλάκις γὰρ ἤδη ἔγωγε μετὰ τοῦ ἀδελφοῦ καὶ μετὰ τῶν ἄλλων ἰᾱτρῶν εἰσελθὼν παρά τινα τῶν καμνόντων οὐχὶ ἐθέλοντα ἢ φάρμακον πιεῖν ἢ τεμεῖν ἢ καῦσαι παρασχεῖν τῷ ἰᾱτρῷ, οὐ δυναμένου τοῦ ἰᾱτροῦ πεῖσαι, ἐγὼ ἔπεισα, οὐκ ἄλλῃ τέχνῃ ἢ τῇ ῥητορικῇ. φημὶ δὲ καὶ εἰς πόλιν ὅποι βούλει ἐλθόντα ῥητορικὸν ἄνδρα καὶ ἰᾱτρόν, εἰ δέοι λόγῳ διαγωνίζεσθαι ἐν ἐκκλησίᾱͅ ἢ ἐν ἄλλῳ τινὶ συλλόγῳ ὁπότερον δεῖ αἱρεθῆναι ἰᾱτρόν, οὐδαμοῦ ἂν φανῆναι τὸν ἰᾱτρόν, ἀλλ' αἱρεθῆναι ἂν τὸν εἰπεῖν δυνατόν, εἰ βούλοιτο. # B. Isokrates, To Demosthenes 1-3 #1.. Ἐν πολλοῖς μέν, ὦ Δημόνῑκε, πολὺ διεστώσᾱς εὑρήσομεν τά̄ς τε τῶν σπουδαίων γνώμᾱς καὶ τὰ̄ς τῶν φαύλων διανοίᾱς· πολὺ δὲ μεγίστην διαφορὰ̄ν εἰλήφᾱσιν ἐν ταῖς πρὸς ἀλλήλους συνηθείαις· οἱ μὲν γὰρ τοὺς φίλους παρόντας μόνον τῑμῶσιν, οἱ δὲ καὶ μακρὰ̄ν ἀπόντας ἀγαπῶσι· καὶ τὰ̄ς μὲν τῶν φαύλων συνηθείᾱς ὀλίγος χρόνος διέλῡσε, τὰ̄ς δὲ τῶν σπουδαίων φιλίᾱς οὐδ' ἂν ὁ πᾶς αἰὼν ἐξαλείψειεν. ἡγούμενος οὖν πρέπειν τοὺς δόξης ὀρεγομένους καὶ παιδείᾱς ἀντιποιουμένους τῶν σπουδαίων ἀλλὰ μὴ τῶν φαύλων εἶναι μῑμητά̄ς, ἀπέσταλκά σοι τόνδε τὸν λόγον δῶρον, τεκμήριον μὲν τῆς πρὸς ὑ̄μᾶς εὐνοίᾱς, σημεῖον δὲ τῆς πρὸς Ἱππόνῑκον συνηθείᾱς· πρέπει γὰρ τοὺς παῖδας, ὥσπερ τῆς οὐσίᾱς, οὕτω καὶ τῆς φιλίᾱς τῆς πατρικῆς κληρονομεῖν. ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον· σὺ μὲν γὰρ παιδείᾱς ἐπιθῡμεῖς, ἐγὼ δὲ παιδεύειν ἄλλους ἐπιχειρῶ, καὶ σοὶ μὲν ἀκμὴ φιλοσοφεῖν, ἐγὼ δὲ τοὺς φιλοσοφοῦντας ἐπανορθῶ.