Hansen and Quinn: Unit 17, Greek Drills, Exercises, and Readings (without macrons)

DRILLS

I.
#1.. ἄδηλος
#2.. ἄδικος
#3.. βάρβαρος
#4.. δίκαιος
#5.. εὐγενής
#6.. βαρύς
#7.. καλός
#8.. εὐτυχής
#9.. δεινός
#10.. εὐδαίμων
#11.. παλαιός
#12.. ἱερός
#13.. ἐχθρός
#14.. φίλος
#15.. ἄφρων
#16.. μέσος
#17.. ἔμπειρος
#18.. ἡδύς
#19.. ἀνάξιος
#20.. αἰσχρός
#21.. ἱκανός
#22.. μακρός

II.
#1.. τὸν βαρὺν λίθον
#2.. τοὺς ἡδεῖς οἴνους
#3.. δεινῷ ῥήτορι
#4.. τῇ καλῇ θεῷ
#5.. τὰ αἰσχρὰ βιβλία
#6.. τὸν εὐτυχῆ ἱερέα
#7.. τῶν φίλων
#8.. ἡ ἄδηλος χάρις
#9.. τῇ ἄφρονι θυγατρί
#10.. οἱ ἐχθροί

III.
#1.. ὁ ἐκείνων οἶνος μακρῷ ἡδίων ἐστὶν τοῦ ἡμετέρου.
#2.. ὁ ἐκείνων οἶνος μακρῷ ἡδίων ἐστὶν ἢ ὁ ἡμέτερος.
#3.. οὔ φημι τὸν ἐκείνων οἶνον ἡδίω εἶναι τοῦ ἡμετέρου.
#4.. οὔ φημι τὸν ἐκείνων οἶνον ἡδίονα εἶναι τοῦ ἡμετέρου.
#5.. οὔ φημι τὸν ἐκείνων οἶνον ἡδίω εἶναι ἢ τὸν ἡμέτερον.
#6.. οὔ φημι τοὺς ἐκείνων οἴνους ἡδίους εἶναι.
#7.. οἱ πολὺ ἥδιστοι τῶν οἴνων εἰσὶν οἱ ἡμέτεροι.
#8.. οἱ ἡμέτεροι οἴνοι ὅτι ἥδιστοί εἰσιν.
#9.. νομίζει πολλῷ σοφωτέρα εἶναι τοῦ πατρός.
#10.. νονίζω τὸν ἀδελφὸν εὐδαιμονέστερον εἶναι ἢ τὸν πατέρα.
#11.. οἵδε οἱ πονηρότατοι ὡς αἴσχιστα ἔπραττον.

EXERCISES

I.
#1.. ὦ πάτερ, παύου κλέπτων τὸν οἶνον καίπερ ἡδίω τῶν ἄλλων ὄντα. κλέπτων γὰρ τὰ ἄλλων ἁμαρτάνεις.
#2.. ὦ ἀδελφοί, παύεσθε τρόπαια πρὸ τῆς μεγάλης οἰκίας ἱστάμενοι.
#3.. κωλύσωμεν, ὦ ἄνδρες Ἀθηναῖοι, τούς γε πολεμίους τοὺς ἐχθίστους ἐλάσαι πρὸς τὰ μεγάλα τείχη.
#4.. ὦ γέρον, μηχανώμεθα ὅπως οὐχ ἁμαρτάνοντες ὅτι δικαιότατοι γενησόμεθα.
#5.. ὦ φίλτατοι, μήποτε νομίσητε τοὺς ἀδικωτέρους βλάπτειν δύνασθαι τούς γε δικαιοτέρους.
#6.. ὦ νεανία, μηχανῶ ὅπως πολλῷ εὐδαιμονέστερος ἐμοῦ γε γενήσει ποτέ.
#7.. τῶν νεανιῶν πολλὰ ἐρωτώντων, οἱ γέροντες οὐκ ἐδυνήθησαν ἀπελθεῖν.
#8.. μὴ ἐρωτώντων πολλὰ οἱ νεανίαι τοὺς σοφωτάτους τῶν γερόντων.
#9.. λῦσόν με, ἑταῖρε. οὐ γάρ σε οὐδὲν ἔβλαψα.
#10.. ὦ στρατιῶτα, τί ἐπίστασαι περὶ τῆς τῶν Ἑλλήνων νίκης; φημὶ γὰρ εὐτυχεστέρους εἶναι τοὺς Ἕλληνας τῶν βαρβάρων.
#11.. πολλὰ δὴ χρήματα ἐκ τῆς οἰκίας λαβών, ὦ ἱερεῦ, λῦσαι τὰς δύο θυγατέρας.
#12.. ὁ τῷ ὄντι σοφὸς μᾶλλον βούλεται ἀγαθὸς εἶναι ἢ δοκεῖν. ὁ γὰρ τοιαῦτα βουλόμενος μακρῷ σοφώτερός ἐστι τῶν ἄλλων.
#13.. μηδεὶς τῷ σώματι δουλεύων δοκείτω ἄλλων δύνασθαί πως ἄρχειν.
#14.. οἷος ἂν ᾖ ὁ διδάσκαλος, τοιοῦτοι ἔσονται καὶ οἱ μαθηταί.
#15.. ὅσα ἂν διδῶμεν, τοσαῦτα λαβεῖν βουλόμεθα αὐτοί.
#16.. ἡ μήτηρ τὴν θυγατέρα ταῖς χερσὶν εἶχεν.
#17.. οἱ στρατιῶται ταχθέντων που παρὰ τῇ γεφύρᾳ.
#18.. ἐνεγκάντων οἱ δοῦλοι τοὺς λίθους τοὺς μεγάλους τε καὶ βαρεῖς.
#19.. εὖ μαχεσάμενος ὀρθῶς ἀξιώθητι τοῦ ἄθλου. ἡδὺ μὲν γὰρ τὸ μάχεσθαι, ὡς ἥδιστον δὲ τὸ νικῆσαι.
#20.. τοὺς προσιόντας λίθοις πολὺ βαρυτέροις βαλόντων.
#21.. εἰ γὰρ νῦν εἰς τὴν χώραν μὴ ᾔεισθα, ὦ αἴσχιστε.
#22.. τῇ τετάρτῃ ἡμέρᾳ τὴν πόλιν ἑλόντες διὰ τοῦ πεδίου ἐλᾶτε.
#23.. πότερον τρεῖς ἢ τέτταρες ὑπὸ τῶν φυλάκων ὤφθησαν;
#24.. ποτέρᾳ τὸν οἶνον τὸν ἡδὺν ἀπέδου; πότερον τῇ μητρὶ ἢ τῇ θυγατρί;
#25.. πόσα βιβλία δύνασαι ἔχειν; οὐ τοσαῦτα οἷός τ' εἰμὶ ὅσα ὁ ἀδελφός.
#26.. ὅσοι ἀφρονέστατοι τὸν Εὐριπίδην ἐκείνῃ τῇ ἡμέρᾳ ἐτίμων.
#27.. μεγάλη ἐστὶν ἡ τῶν δυοῖν ἀδελφῶν δύναμις.
#28.. διὰ τὸ ταχείας εἶναι τὰς ἵππους αὐτῶν οὐκ ἐδυνήθημεν αὐτοὺς ἑλεῖν.
#29.. οὐκ οὐδενὸς ἀξία οὐδενὶ τῶν πολιτῶν ἡ τῶν ἀφρονεστέρων δόξα.
#30.. τοιούτοις δὴ δῶρα δῶμεν, οἵους ἄθλων ἀξιοῦμεν.
#31.. τοῦ ὕδατος ὑπερβαίνοντός πως εἰς τὴν χώραν, καταλυθήσονται αἱ οἰκίαι.
#32.. τῇ τρίτῃ ἡμέρᾳ ὁ ἄγγελος ὁ ταχὺς τοῖς πολίταις τοὺς πολεμίους φήσει διὰ τὴν ἑαυτῶν ἁμαρτίαν νενικημένους ἐκφυγεῖν.
#33.. ἔστι πολλὰ χρήνατα τῷ μικρῷ.

READINGS

# A. Plato, Gorgias 456c2-456d5

#1.. ΓΟΡ. καὶ εἰ πρὸς ἄλλον γε δημιουργὸν ὁντιναοῦν ἀγωνίζοιτο, πείσειεν ἂν αὑτὸν ἑλέσθαι ὁ ῥητορικὸς μᾶλλον ἢ ἄλλος ὁστισοῦν· οὐ γὰρ ἔστιν περὶ ὅτου οὐκ ἂν πιθανώτερον εἴποι ὁ ῥητορικὸς ἢ ἄλλος ὁστιοῦν τῶν δημιουργῶν ἐν πλήθει. ἡ μὲν οὖν δύναμις τοσαύτη ἐστὶν καὶ τοιαύτη τῆς τέχνης· δεῖ μέντοι, ὦ Σώκρατες, τῇ ῥητορικῇ χρῆσθαι ὥσπερ τῇ ἄλλῃ πάσῃ ἀγωνίᾳ. καὶ γὰρ τῇ ἄλλῃ ἀγωνίᾳ οὐ τούτου ἕνεκα δεῖ πρὸς ἅπαντας χρῆσθαι ἀνθρώπους, ὅτι ἔμαθεν πυκτεύειν τε καὶ παγκρατιάζειν καὶ ἐν ὅπλοις μάχεσθαι, ὥστε κρείττων εἶναι καὶ φίλων καὶ ἐχθρῶν, οὐ τούτου ἕνεκα τοὺς φίλους δεῖ τύπτειν οὐδὲ κεντεῖν τε καὶ ἀποκτεινύναι.

# B. Isokrates, To Demosthenes 13-16

#1.. Πρῶτον μὲν οὖν εὐσέβει τὰ πρὸς τοὺς θεούς, μὴ μόνον θύων, ἀλλὰ καὶ τοῖς ὅρκοις ἐμμένων· ἐκεῖνο μὲν γὰρ τῆς τῶν χρημάτων εὐπορίας σημεῖον, τοῦτο δὲ τῆς τῶν τρόπων καλοκαγαθίας τεκμήριον. τίμα τὸ δαιμόνιον ἀεὶ μέν, μάλιστα δὲ μετὰ τῆς πόλεως· οὕτο γὰρ δόξεις ἅμα τε τοῖς θεοῖς θύειν καὶ τοῖς νόμοις ἐμμένειν.
Τοιοῦτος γίγνου περὶ τοὺς γονεῖς, οἵους ἂν εὔξαιο περὶ σεαυτὸν γενέσθαι τοὺς σεαυτοῦ παῖδας.
Ἄσκει τῶν περὶ τὸ σῶμα γυμνασίων μὴ τὰ πρὸς τὴν ῥώμην ἀλλὰ τὰ πρὸς τὴν ὑγίειαν· τούτου δ' ἂν ἐπιτύχοις, εἰ λήγοις τῶν πόνων ἔτι πονεῖν δυνάμενος.
Μήτε γέλωτα προπετῆ στέργε, μήτε λόγον μετὰ θράσους ἀποδέχου· τὸ μὲν γὰρ ἀνόητον, τὸ δὲ μανικόν.
Ἃ ποιεῖν αἰσχρόν, ταῦτα νόμιζε μηδὲ λέγειν εἶναι καλόν. ἔθιζε σεαυτὸν εἶναι μὴ σκυθρωπὸν ἀλλὰ σύννουν· δι' ἐκεῖνο μὲν γὰρ αὐθάδης, διὰ δὲ τοῦτο φρόνιμος εἶναι δόξεις. ἡγοῦ μάλιστα σεαυτῷ πρέπειν κόσμον αἰσχύνην δικαιοσύνην σωφροσύνην· τούτοις γὰρ ἅπασι δοκεῖ κρατεῖσθαι τὸ τῶν νεωτέρων ἦθος.
Μηδέποτε μηδὲν αἰσχρὸν ποιήσας ἔλπιζε λήσειν· καὶ γὰρ ἂν τοὺς ἄλλους λάθῃς, σεαυτῷ συνειδήσεις.