Hansen and Quinn: Unit 17, Greek Drills, Exercises, and Readings (with macrons)

DRILLS

I.
#1.. ἄδηλος
#2.. ἄδικος
#3.. βάρβαρος
#4.. δίκαιος
#5.. εὐγενής
#6.. βαρύς
#7.. καλός
#8.. εὐτυχής
#9.. δεινός
#10.. εὐδαίμων
#11.. παλαιός
#12.. ἱερός
#13.. ἐχθρός
#14.. φίλος
#15.. ἄφρων
#16.. μέσος
#17.. ἔμπειρος
#18.. ἡδύς
#19.. ἀνάξιος
#20.. αἰσχρός
#21.. ἱκανός
#22.. μακρός

II.
#1.. τὸν βαρὺν λίθον
#2.. τοὺς ἡδεῖς οἴνους
#3.. δεινῷ ῥήτορι
#4.. τῇ καλῇ θεῷ
#5.. τὰ αἰσχρὰ βιβλία
#6.. τὸν εὐτυχῆ ἱερέᾱ
#7.. τῶν φίλων
#8.. ἡ ἄδηλος χάρις
#9.. τῇ ἄφρονι θυγατρί
#10.. οἱ ἐχθροί

III.
#1.. ὁ ἐκείνων οἶνος μακρῷ ἡδί̄ων ἐστὶν τοῦ ἡμετέρου.
#2.. ὁ ἐκείνων οἶνος μακρῷ ἡδί̄ων ἐστὶν ἢ ὁ ἡμέτερος.
#3.. οὔ φημι τὸν ἐκείνων οἶνον ἡδί̄ω εἶναι τοῦ ἡμετέρου.
#4.. οὔ φημι τὸν ἐκείνων οἶνον ἡδί̄ονα εἶναι τοῦ ἡμετέρου.
#5.. οὔ φημι τὸν ἐκείνων οἶνον ἡδί̄ω εἶναι ἢ τὸν ἡμέτερον.
#6.. οὔ φημι τοὺς ἐκείνων οἴνους ἡδί̄ους εἶναι.
#7.. οἱ πολὺ ἥδιστοι τῶν οἴνων εἰσὶν οἱ ἡμέτεροι.
#8.. οἱ ἡμέτεροι οἴνοι ὅτι ἥδιστοί εἰσιν.
#9.. νομίζει πολλῷ σοφωτέρᾱ εἶναι τοῦ πατρός.
#10.. νονίζω τὸν ἀδελφὸν εὐδαιμονέστερον εἶναι ἢ τὸν πατέρα.
#11.. οἵδε οἱ πονηρότατοι ὡς αἴσχιστα ἔπρᾱττον.

EXERCISES

I.
#1.. ὦ πάτερ, παύου κλέπτων τὸν οἶνον καίπερ ἡδί̄ω τῶν ἄλλων ὄντα. κλέπτων γὰρ τὰ ἄλλων ἁμαρτάνεις.
#2.. ὦ ἀδελφοί, παύεσθε τρόπαια πρὸ τῆς μεγάλης οἰκίᾱς ἱστάμενοι.
#3.. κωλύ̄σωμεν, ὦ ἄνδρες Ἀθηναῖοι, τούς γε πολεμίους τοὺς ἐχθίστους ἐλάσαι πρὸς τὰ μεγάλα τείχη.
#4.. ὦ γέρον, μηχανώμεθα ὅπως οὐχ ἁμαρτάνοντες ὅτι δικαιότατοι γενησόμεθα.
#5.. ὦ φίλτατοι, μήποτε νομίσητε τοὺς ἀδικωτέρους βλάπτειν δύνασθαι τούς γε δικαιοτέρους.
#6.. ὦ νεᾱνίᾱ, μηχανῶ ὅπως πολλῷ εὐδαιμονέστερος ἐμοῦ γε γενήσει ποτέ.
#7.. τῶν νεᾱνιῶν πολλὰ ἐρωτώντων, οἱ γέροντες οὐκ ἐδυνήθησαν ἀπελθεῖν.
#8.. μὴ ἐρωτώντων πολλὰ οἱ νεᾱνίαι τοὺς σοφωτάτους τῶν γερόντων.
#9.. λῦσόν με, ἑταῖρε. οὐ γάρ σε οὐδὲν ἔβλαψα.
#10.. ὦ στρατιῶτα, τί ἐπίστασαι περὶ τῆς τῶν Ἑλλήνων νί̄κης; φημὶ γὰρ εὐτυχεστέρους εἶναι τοὺς Ἕλληνας τῶν βαρβάρων.
#11.. πολλὰ δὴ χρήματα ἐκ τῆς οἰκίᾱς λαβών, ὦ ἱερεῦ, λῦσαι τὰ̄ς δύο θυγατέρας.
#12.. ὁ τῷ ὄντι σοφὸς μᾶλλον βούλεται ἀγαθὸς εἶναι ἢ δοκεῖν. ὁ γὰρ τοιαῦτα βουλόμενος μακρῷ σοφώτερός ἐστι τῶν ἄλλων.
#13.. μηδεὶς τῷ σώματι δουλεύων δοκείτω ἄλλων δύνασθαί πως ἄρχειν.
#14.. οἷος ἂν ᾖ ὁ διδάσκαλος, τοιοῦτοι ἔσονται καὶ οἱ μαθηταί.
#15.. ὅσα ἂν διδῶμεν, τοσαῦτα λαβεῖν βουλόμεθα αὐτοί.
#16.. ἡ μήτηρ τὴν θυγατέρα ταῖς χερσὶν εἶχεν.
#17.. οἱ στρατιῶται ταχθέντων που παρὰ τῇ γεφύ̄ρᾱͅ.
#18.. ἐνεγκάντων οἱ δοῦλοι τοὺς λίθους τοὺς μεγάλους τε καὶ βαρεῖς.
#19.. εὖ μαχεσάμενος ὀρθῶς ἀξιώθητι τοῦ ἄ̄θλου. ἡδὺ μὲν γὰρ τὸ μάχεσθαι, ὡς ἥδιστον δὲ τὸ νῑκῆσαι.
#20.. τοὺς προσιόντας λίθοις πολὺ βαρυτέροις βαλόντων.
#21.. εἰ γὰρ νῦν εἰς τὴν χώρᾱν μὴ ᾔεισθα, ὦ αἴσχιστε.
#22.. τῇ τετάρτῃ ἡμέρᾱͅ τὴν πόλιν ἑλόντες διὰ τοῦ πεδίου ἐλᾶτε.
#23.. πότερον τρεῖς ἢ τέτταρες ὑπὸ τῶν φυλάκων ὤφθησαν;
#24.. ποτέρᾱͅ τὸν οἶνον τὸν ἡδὺν ἀπέδου; πότερον τῇ μητρὶ ἢ τῇ θυγατρί;
#25.. πόσα βιβλία δύνασαι ἔχειν; οὐ τοσαῦτα οἷός τ' εἰμὶ ὅσα ὁ ἀδελφός.
#26.. ὅσοι ἀφρονέστατοι τὸν Εὐρῑπίδην ἐκείνῃ τῇ ἡμέρᾱͅ ἐτί̄μων.
#27.. μεγάλη ἐστὶν ἡ τῶν δυοῖν ἀδελφῶν δύναμις.
#28.. διὰ τὸ ταχείᾱς εἶναι τὰ̄ς ἵππους αὐτῶν οὐκ ἐδυνήθημεν αὐτοὺς ἑλεῖν.
#29.. οὐκ οὐδενὸς ἀξίᾱ οὐδενὶ τῶν πολῑτῶν ἡ τῶν ἀφρονεστέρων δόξα.
#30.. τοιούτοις δὴ δῶρα δῶμεν, οἵους ἄ̄θλων ἀξιοῦμεν.
#31.. τοῦ ὕδατος ὑπερβαίνοντός πως εἰς τὴν χώρᾱν, καταλυθήσονται αἱ οἰκίαι.
#32.. τῇ τρίτῃ ἡμέρᾱͅ ὁ ἄγγελος ὁ ταχὺς τοῖς πολί̄ταις τοὺς πολεμίους φήσει διὰ τὴν ἑαυτῶν ἁμαρτίᾱν νενῑκημένους ἐκφυγεῖν.
#33.. ἔστι πολλὰ χρήνατα τῷ μῑκρῷ.

READINGS

# A. Plato, Gorgias 456c2-456d5

#1.. ΓΟΡ. καὶ εἰ πρὸς ἄλλον γε δημιουργὸν ὁντιναοῦν ἀγωνίζοιτο, πείσειεν ἂν αὑτὸν ἑλέσθαι ὁ ῥητορικὸς μᾶλλον ἢ ἄλλος ὁστισοῦν· οὐ γὰρ ἔστιν περὶ ὅτου οὐκ ἂν πιθανώτερον εἴποι ὁ ῥητορικὸς ἢ ἄλλος ὁστιοῦν τῶν δημιουργῶν ἐν πλήθει. ἡ μὲν οὖν δύναμις τοσαύτη ἐστὶν καὶ τοιαύτη τῆς τέχνης· δεῖ μέντοι, ὦ Σώκρατες, τῇ ῥητορικῇ χρῆσθαι ὥσπερ τῇ ἄλλῃ πά̄σῃ ἀγωνίᾱͅ. καὶ γὰρ τῇ ἄλλῃ ἀγωνίᾱͅ οὐ τούτου ἕνεκα δεῖ πρὸς ἅπαντας χρῆσθαι ἀνθρώπους, ὅτι ἔμαθεν πυκτεύειν τε καὶ παγκρατιάζειν καὶ ἐν ὅπλοις μάχεσθαι, ὥστε κρείττων εἶναι καὶ φίλων καὶ ἐχθρῶν, οὐ τούτου ἕνεκα τοὺς φίλους δεῖ τύπτειν οὐδὲ κεντεῖν τε καὶ ἀποκτεινύναι.

# B. Isokrates, To Demosthenes 13-16

#1.. Πρῶτον μὲν οὖν εὐσέβει τὰ πρὸς τοὺς θεούς, μὴ μόνον θύ̄ων, ἀλλὰ καὶ τοῖς ὅρκοις ἐμμένων· ἐκεῖνο μὲν γὰρ τῆς τῶν χρημάτων εὐπορίᾱς σημεῖον, τοῦτο δὲ τῆς τῶν τρόπων καλοκᾱγαθίας τεκμήριον. τί̄μᾱ τὸ δαιμόνιον ἀεὶ μέν, μάλιστα δὲ μετὰ τῆς πόλεως· οὕτο γὰρ δόξεις ἅμα τε τοῖς θεοῖς θύ̄ειν καὶ τοῖς νόμοις ἐμμένειν.
Τοιοῦτος γίγνου περὶ τοὺς γονεῖς, οἵους ἂν εὔξαιο περὶ σεαυτὸν γενέσθαι τοὺς σεαυτοῦ παῖδας.
Ἄσκει τῶν περὶ τὸ σῶμα γυμνασίων μὴ τὰ πρὸς τὴν ῥώμην ἀλλὰ τὰ πρὸς τὴν ὑγίειαν· τούτου δ' ἂν ἐπιτύχοις, εἰ λήγοις τῶν πόνων ἔτι πονεῖν δυνάμενος.
Μήτε γέλωτα προπετῆ στέργε, μήτε λόγον μετὰ θράσους ἀποδέχου· τὸ μὲν γὰρ ἀνόητον, τὸ δὲ μανικόν.
Ἃ ποιεῖν αἰσχρόν, ταῦτα νόμιζε μηδὲ λέγειν εἶναι καλόν. ἔθιζε σεαυτὸν εἶναι μὴ σκυθρωπὸν ἀλλὰ σύννουν· δι' ἐκεῖνο μὲν γὰρ αὐθά̄δης, διὰ δὲ τοῦτο φρόνιμος εἶναι δόξεις. ἡγοῦ μάλιστα σεαυτῷ πρέπειν κόσμον αἰσχύ̄νην δικαιοσύνην σωφροσύνην· τούτοις γὰρ ἅπᾱσι δοκεῖ κρατεῖσθαι τὸ τῶν νεωτέρων ἦθος.
Μηδέποτε μηδὲν αἰσχρὸν ποιήσᾱς ἔλπιζε λήσειν· καὶ γὰρ ἂ̄ν τοὺς ἄλλους λάθῃς, σεαυτῷ συνειδήσεις.