Hansen and Quinn: Unit 18, Greek Drills, Exercises, and Readings (without macrons)

DRILLS

I.
#1.. τοῖς γε συνιεῖσι δῆλον τοῦτο.
#2.. ἐὰν μὴ συνιῇς ἃ λέγω, παῦσόν με λέγοντα.
#3.. εἰ τὰ λεγόμενα μὴ συνῆκεν, οὐκ ἂν πάντ' ἔμαθεν.
#4.. χαλεπὸν δὴ τὸ συνεῖναι ἃ ἂν εἴπῃς.
#5.. ταῦτα μὴ συνιέντες, πῶς ἂν ἄλλα μάθοιμεν;
#6.. νῦν δὴ ἔγωγε συνεῖκα ἅ λέγεις, ὦ διδάσκαλε.
#7.. οὐ συνέντων τῶν μαθητῶν τοὺς λόγους, ἀπέφυγεν ὁ διδάσκαλος.
#8.. εἴθε συνιείην τάδε τὰ γράμματα.
#9.. εἴθε συνίην τάδε τὰ γράμματα.
#10.. εἴθε συνῆκα τάδε τὰ γράμματα πρὸ τῆς μάχης.
#11.. πάντες οἱ πεπαιδευμένοι συνιέντων τάδε τὰ σαφέστατα.
#12.. ὦ παῖ, ἐὰν τί σοι εἴπω, τοῦτό γε σύνες.
#13.. εἰ ταῦτα μὴ μάθοιτε, οὐκ ἂν συνεῖτε οὐδέν.
#14.. νῦν ἀφίεμεν τοὺς ἀδίκους.
#15.. τότε ἀφίεμεν τοὺς ἀδίκους.
#16.. μὴ ἀφίετε τούτους τοὺς ἀδικωτέρους ἐκείνων.
#17.. μὴ ἀφίετε τούτους τοὺς ἐχθίους.
#18.. οὗτοι μὴ ἀφιέσθων ὑφ' ὑμῶν.
#19.. οὗτοι μὴ ἀφεθῶσιν ὑφ' ὑμῶν.
#20.. μετὰ τὴν μάχην ἐκεῖνοι ἀφείθησαν.
#21.. ἀφεθησεσθε ὑπὸ τῶν φυλάκων τῶν σωφρονεστάτων.
#22.. μὴ ἀφῶμεν τοὺς ἡμᾶς ἠδικηκότας.
#23.. ἀφιέμενοι ὑπὸ τῶν στρατιωτῶν, ἔφευγον οἱ γέροντες.
#24.. πρὸς τῶν θεῶν, τοῦτόν γε ἄφετε.
#25.. ἀεὶ συνείημεν τὰ ὑπ' ἀγαθῶν λεγόμενα.
#26.. ἀεὶ συνείημεν τοῖς ἀγαθοῖς.

II.
#1.. ποῦ ἐστε;
#2.. ἐρωτᾷ ὅπου ἐστέ.
#3.. ἠρώτα ὅπου εἶτε.
#4.. πόθεν ἥκετε;
#5.. ἐρωτῶμεν ὁπόθεν ἥκετε.
#6.. ἠρωτῶμεν ὁπόθεν ἥκοιτε.
#7.. πῶς ταῦτ' ἐποίησαν;
#8.. ἐρωτήσετε ὅπως ταῦτ' ἐποίησαν.
#9.. ἠρωτήσατε ὅπως ταῦτα ποιήσειαν.
#10.. πότε τοῦτο ποιήσεις;
#11.. ἐρωτῶσιν ὁπότε τοῦτο ποιήσεις.
#12.. ἠρώτων ὁπότε τοῦτο ποιήσοις.
#13.. ἠρώτων ὁπότε τοῦτο ποιήσεις.
#14.. πότερον τοῦτο ἢ ἐκεῖνο ποιεῖς;
#15.. ἐρωτῶ πότερον τοῦτο ἢ ἐκεῖνο ποιεῖς.
#16.. ἠρώτησα πότερον τοῦτο ἢ ἐκεῖνο ποιοίης.
#17.. τίνες εἰσίν;
#18.. ἐρωτᾷς οἵτινές εἰσιν.
#19.. ἠρώτησας οἵτινες εἶεν.
#20.. ἠρώτησας τίνες εἶεν.
#21.. τίνος ἐστὶ τὸ βιβλίον;
#22.. δεικνύασιν οὗτινος τὸ βιβλίον ἐστίν.
#23.. ἔμαθον οὗτινος τὸ βιβλίον εἴη.
#24.. τίνι τὸ βιβλίον ἐστίν;
#25.. μαθήσεσθε ὅτῳ τὸ βιβλίον ἐστίν.
#26.. ἐμάθετε ᾧτινι τὸ βιβλίον ἐστίν.
#27.. τί ποιεῖ;
#28.. ἐρωτᾷ τὸν Σωκράτη ὅτι ποιεῖ.
#29.. ἠρώτα τὸν Σωκράτη ὅτι ποιοίη.
#30.. ὅστις τοῦτο ποιεῖ, πονηρός ἐστιν.
#31.. ὅστις ἂν τοῦτο ποιῇ, πονηρός ἐστιν.
#32.. ὁς ἂν τοῦτο ποιῇ, πονηρός ἐστιν.
#33.. ὅποι ἂν ἴητε, εὖ πράξετε.
#34.. ὅπου ἂν ὦμεν, εὐδαίμονες ἀεὶ ἐσόμεθα.
#35.. ὅπως ἂν βούλωμαι, οὕτως ἔγωγε ποιῶ.
#36.. μάθωμεν ὅπου ὁ χρυσός ἐστιν.
#37.. ἠρώτας εἰ Σωκράτης σοφώτερος εἴη τοῦ Εὐριπίδου, ὦ ἄδελφε;
#38.. εὐδαιμονέστατος ἐκεῖνος ᾧτινι ἥδε ἡ οἰκία ἐστίν.
#39.. μὴ ἐρωτήσῃς ὅτι ἐστὶ τὸ δίκαιον.
#40.. ᾧτινι ἂν ᾖ βιβλία, οὗτος τῇ ἀληθείᾳ πολλῷ εὐτυχέστερος ἐμοῦ.

EXERCISES

I.
#1.. τίνας ἀπέκτεινας, ὦ ἀφρονεστάτη θύγατερ;
#2.. ἠρώτα τὴν μικροτέραν θυγατέρα οὕστινας ἀποκτείναι.
#3.. ἐρώτα τὴν θυγατέρα οὕστινας ἀποκτενεῖ.
#4.. ποῖοι ἀδικώτεροι τῇ δημοκρατίᾳ ἐπιβουλεύσουσιν;
#5.. οὐκ ἐδύναντο οὐδενὶ τρόπῳ μαθεῖν ὁποῖοι τῇ δημοκρατίᾳ ἐπιβουλεύσοιεν.
#6.. ἤγγειλαν τὸν Σωκράτη μέλλοντα τριῶν ἡμερῶν ἀποθανεῖσθαι.
#7.. (a) τὸν Σωκράτη φατὲ ἀποθανεῖν.
(b) τὸν Σωκράτη φάτε ἀποθανεῖν.
#8.. (a) ἀκούσεσθε τὸν Σωκράτη τεθνηκότα.
(b) ἀκούσεσθε τοῦ Σωκράτους ἀποθνῄσκοντος.
#9.. (a) ἐρωτῶμεν ὁπόσους ἀφίετε.
(b) ἠρωτῶμεν ὁπόσους ἀφιεῖτε.
(c) ἐρωτῶμεν ὁπόσους ἀφεῖτε.
(d) ἠρωτῶμεν ὁπόσους ἀφεῖτε.
#10.. ἄφες τόν γε Δημοσθένη, ὦ πονηρέ.
#11.. ἀφιέντων τὸν τότε τῷ δήμῳ ἐπιβουλεύσαντα καίπερ ἐχθίω ὄντα.
#12.. σχὲς τῇ χειρὶ τὸ ὀξύτερον ξίφος.
#13.. ὁποῖοί γ' ἂν ὦμεν οἱ πολῖται, τοιαύτη ἐστὶν ἡ ἡμετέρα πόλις.
#14.. (a) ἐνταῦθα στήτω ἵνα μάχηται.
(b) ἐνταῦθ' ἀνάστησον τὸ τρόπαιον.
#15.. δίδοτε τάδε τὰ βαρέα ὅπλα τρισὶ τῶν ὁπλιτῶν.
#16.. (a) παῦσον τοῦτον τῷ δήμῳ ἐπιβουλεύοντα.
(b) παῦσον τοῦτον τὸν τῷ δήμῳ ἐπιβουλεύοντα.
(c) παῦσαι τῷ δήμῳ ἐπιβουλεύων.
#17.. χαίρομέν πως οἶνον ὡς ἥδιστον ἐπιτιθεῖσαι ἐπὶ ταῖς τῶν θεῶν τραπέζαις.
#18.. οὐ δύνασαι συνιέναι, ὦ ἄνερ, οὔτε τὰ ἀληθῶς καὶ σαφῶς λεγόμενα οὔτε τὰ ψευδῆ.
#19.. ἔλθετε εἰς τὴν βουλὴν περὶ πολέμου βουλευσόμενοι.
#20.. ἴωμεν δὴ καὶ μὴ μέλλωμεν ἔτι, ἵνα μὴ ἀφῶμεν τὸν καιρόν.
#21.. ἤκουόν τοι μίαν τράπεζαν ἐν ἐκείνῃ τῇ ἑορτῇ ἱερὰν οὖσαν Διός.
#22.. ἠρωτᾶτε ὅντινα τρόπον ἀφεθεῖμεν.
#23.. ὅπως ἂν σὺ βούλῃ, οὕτως ἔγωγε πράττω.
#24.. τὴν γνώμην ὀξύτεροι τῶν ἄλλων ἐδόκουν εἶναι οἵτινες ἐν καιρῷ συμβουλεύοιεν τῷ δήμῳ περὶ τῶν μελλόντων.
#25.. ἴθι ὅποι ἂν βούλῃ.
#26.. τῶν τῆς πόλεως εὖ ἐχόντων, παυσάσθων λέγοντες οἱ ῥήτορες.
#27.. ὅπου ἂν ὦμεν, ἐκεῖ μενοῦμεν.
#28.. (a) εἰ γὰρ εὐδαίμονες εἶμεν.
(b) εἰ γὰρ εὐδαίμονες ἦμεν.
(c) εἴθε νικῷμεν.
(d) εἴθ' ἐνικῶμεν.
(e) εἴθ' ἐνικήσαμεν.
#29.. ἆρα ζητῶμέν πως πότερον ἀγαθὸν ἡ δημοκρατία ἢ οὔ;
#30.. ἠρωτήσαμεν εἰ τὴν δημοκρατίαν καταλῦσαι οὐ βούλοιο.
#31.. ἠρώτων εἴτε ψευδῆ λέγεις εἴτε τὰ ἀληθῆ.
#32.. ψεῦδος μὴ εἴπῃ μηδείς, ἀλλὰ πάντα ὀρθῶς λεγέτω ἕκαστος.

READINGS

# A. Aristophanes, Knights 150-181

#1.. ΑΛΛΑΝΤΟΠΩΛΗΣ. τί ἔστι; τί με καλεῖτε;
ΔΗΜΟΣΘΕΝΗΣ. δεῦρ' ἔλθ', ἵνα πύθῃ
ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
ΝΙΚΙΑΣ. ἴθι δὴ κάθελ' αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
ἐγὼ δ' ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
ΔΗ. ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·
ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
ΑΛ. ἰδού· τί ἔστιν; ΔΗ. ὦ μακάρι' ὦ πλούσιε,
ὦ νῦν μὲν οὐδεὶς αὔριον δ' ὑπέρμεγας,
ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
ΑΛ. τί μ' ὦγάθ' οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
ΔΗ. ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.
τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν; ΑΛ. ὁρῶ.
ΔΗ. τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς Πυκνός·
βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσεις.
ΑΛ. ἐγώ; ΔΗ. σὺ μέντοι· κοὐδέπω γε πάνθ' ὁρᾷς.
ἀλλ' ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.
ΑΛ. καθορῶ. ΔΗ. τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
ΑΛ. ἔγωγε. ΔΗ. πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλ' ἐς Καρίαν
τὸν δεξιόν, τὸν δ' ἕτερον ἐς Καρχηδόνα.
ΑΛ. εὐδαιμονήσω δ' εἰ διαστραφήσομαι;
ΔΗ. οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
ἀνὴρ μέγιστος. ΑΛ. εἰπέ μοι καὶ πῶς ἐγὼ
ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
ΔΗ. δι' αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.

# B. Plato, Gorgias 456d5-457a4

#1.. ΓΟΡ. οὐδέ γε μὰ Δία ἐάν τις εἰς παλαίστραν φοιτήσας εὖ ἔχων τὸ σῶμα καὶ πυκτικὸς γενόμενος, ἔπειτα τὸν πατέρα τύπτῃ καὶ τὴν μητέρα ἢ ἄλλον τινὰ τῶν οἰκείων ἢ τῶν φίλων, οὐ τούτου ἕνεκα δεῖ τοὺς παιδοτρίβας καὶ τοὺς ἐν τοῖς ὅπλοις διδάσκοντας μάχεσθαι μισεῖν τε καὶ ἐκβάλλειν ἐκ τῶν πόλεων. ἐκεῖνοι μὲν γὰρ παρέδοσαν ἐπὶ τῷ δικαίως χρῆσθαι τούτοις πρὸς τοὺς πολεμίους καὶ τοὺς ἀδικοῦντας, ἀμυνομένους, μὴ ὑπάρχοντας· οἱ δὲ μεταστρέψαντες χρῶνται τῇ ἰσχύϊ καὶ τῇ τέχνῃ οὐκ ὀρθῶς. οὔκουν οἱ διδάξαντες πονηροί, οὐδὲ ἡ τέχνη οὔτε αἰτία οὔτε πονηρὰ τούτου ἕνεκά ἐστιν, ἀλλ' οἱ μὴ χρώμενοι οἶμαι ὀρθῶς. ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τῆς ῥητορικῆς.