Hansen and Quinn: Unit 18, Greek Drills, Exercises, and Readings (without macrons)
DRILLS
I.
#1.. τοῖς γε συνῑεῖσι δῆλον τοῦτο.
#2.. ἐὰ̄ν μὴ συνῑῇς ἃ λέγω, παῦσόν με λέγοντα.
#3.. εἰ τὰ λεγόμενα μὴ συνῆκεν, οὐκ ἂν πάντ' ἔμαθεν.
#4.. χαλεπὸν δὴ τὸ συνεῖναι ἃ ἂν εἴπῃς.
#5.. ταῦτα μὴ συνῑέντες, πῶς ἂν ἄλλα μάθοιμεν;
#6.. νῦν δὴ ἔγωγε συνεῖκα ἅ λέγεις, ὦ διδάσκαλε.
#7.. οὐ συνέντων τῶν μαθητῶν τοὺς λόγους, ἀπέφυγεν ὁ διδάσκαλος.
#8.. εἴθε συνῑείην τάδε τὰ γράμματα.
#9.. εἴθε συνί̄ην τάδε τὰ γράμματα.
#10.. εἴθε συνῆκα τάδε τὰ γράμματα πρὸ τῆς μάχης.
#11.. πάντες οἱ πεπαιδευμένοι συνῑέντων τάδε τὰ σαφέστατα.
#12.. ὦ παῖ, ἐὰ̄ν τί σοι εἴπω, τοῦτό γε σύνες.
#13.. εἰ ταῦτα μὴ μάθοιτε, οὐκ ἂν συνεῖτε οὐδέν.
#14.. νῦν ἀφί̄εμεν τοὺς ἀδίκους.
#15.. τότε ἀφί̄εμεν τοὺς ἀδίκους.
#16.. μὴ ἀφί̄ετε τούτους τοὺς ἀδικωτέρους ἐκείνων.
#17.. μὴ ἀφί̄ετε τούτους τοὺς ἐχθί̄ους.
#18.. οὗτοι μὴ ἀφῑέσθων ὑφ' ὑ̄μῶν.
#19.. οὗτοι μὴ ἀφεθῶσιν ὑφ' ὑ̄μῶν.
#20.. μετὰ τὴν μάχην ἐκεῖνοι ἀφείθησαν.
#21.. ἀφεθησεσθε ὑπὸ τῶν φυλάκων τῶν σωφρονεστάτων.
#22.. μὴ ἀφῶμεν τοὺς ἡμᾶς ἠδικηκότας.
#23.. ἀφῑέμενοι ὑπὸ τῶν στρατιωτῶν, ἔφευγον οἱ γέροντες.
#24.. πρὸς τῶν θεῶν, τοῦτόν γε ἄφετε.
#25.. ἀεὶ συνείημεν τὰ ὑπ' ἀγαθῶν λεγόμενα.
#26.. ἀεὶ συνείημεν τοῖς ἀγαθοῖς.
II.
#1.. ποῦ ἐστε;
#2.. ἐρωτᾷ ὅπου ἐστέ.
#3.. ἠρώτᾱ ὅπου εἶτε.
#4.. πόθεν ἥκετε;
#5.. ἐρωτῶμεν ὁπόθεν ἥκετε.
#6.. ἠρωτῶμεν ὁπόθεν ἥκοιτε.
#7.. πῶς ταῦτ' ἐποίησαν;
#8.. ἐρωτήσετε ὅπως ταῦτ' ἐποίησαν.
#9.. ἠρωτήσατε ὅπως ταῦτα ποιήσειαν.
#10.. πότε τοῦτο ποιήσεις;
#11.. ἐρωτῶσιν ὁπότε τοῦτο ποιήσεις.
#12.. ἠρώτων ὁπότε τοῦτο ποιήσοις.
#13.. ἠρώτων ὁπότε τοῦτο ποιήσεις.
#14.. πότερον τοῦτο ἢ ἐκεῖνο ποιεῖς;
#15.. ἐρωτῶ πότερον τοῦτο ἢ ἐκεῖνο ποιεῖς.
#16.. ἠρώτησα πότερον τοῦτο ἢ ἐκεῖνο ποιοίης.
#17.. τίνες εἰσίν;
#18.. ἐρωτᾷς οἵτινές εἰσιν.
#19.. ἠρώτησας οἵτινες εἶεν.
#20.. ἠρώτησας τίνες εἶεν.
#21.. τίνος ἐστὶ τὸ βιβλίον;
#22.. δεικνύᾱσιν οὗτινος τὸ βιβλίον ἐστίν.
#23.. ἔμαθον οὗτινος τὸ βιβλίον εἴη.
#24.. τίνι τὸ βιβλίον ἐστίν;
#25.. μαθήσεσθε ὅτῳ τὸ βιβλίον ἐστίν.
#26.. ἐμάθετε ᾧτινι τὸ βιβλίον ἐστίν.
#27.. τί ποιεῖ;
#28.. ἐρωτᾷ τὸν Σωκράτη ὅτι ποιεῖ.
#29.. ἠρώτᾱ τὸν Σωκράτη ὅτι ποιοίη.
#30.. ὅστις τοῦτο ποιεῖ, πονηρός ἐστιν.
#31.. ὅστις ἂν τοῦτο ποιῇ, πονηρός ἐστιν.
#32.. ὁς ἂν τοῦτο ποιῇ, πονηρός ἐστιν.
#33.. ὅποι ἂν ἴητε, εὖ πρά̄ξετε.
#34.. ὅπου ἂν ὦμεν, εὐδαίμονες ἀεὶ ἐσόμεθα.
#35.. ὅπως ἂν βούλωμαι, οὕτως ἔγωγε ποιῶ.
#36.. μάθωμεν ὅπου ὁ χρῡσός ἐστιν.
#37.. ἠρώτᾱς εἰ Σωκράτης σοφώτερος εἴη τοῦ Εὐρῑπίδου, ὦ ἄδελφε;
#38.. εὐδαιμονέστατος ἐκεῖνος ᾧτινι ἥδε ἡ οἰκίᾱ ἐστίν.
#39.. μὴ ἐρωτήσῃς ὅτι ἐστὶ τὸ δίκαιον.
#40.. ᾧτινι ἂν ᾖ βιβλία, οὗτος τῇ ἀληθείᾱͅ πολλῷ εὐτυχέστερος ἐμοῦ.
EXERCISES
I.
#1.. τίνας ἀπέκτεινας, ὦ ἀφρονεστάτη θύγατερ;
#2.. ἠρώτᾱ τὴν μῑκροτέρᾱν θυγατέρα οὕστινας ἀποκτείναι.
#3.. ἐρώτᾱ τὴν θυγατέρα οὕστινας ἀποκτενεῖ.
#4.. ποῖοι ἀδικώτεροι τῇ δημοκρατίᾱͅ ἐπιβουλεύσουσιν;
#5.. οὐκ ἐδύναντο οὐδενὶ τρόπῳ μαθεῖν ὁποῖοι τῇ δημοκρατίᾱͅ ἐπιβουλεύσοιεν.
#6.. ἤγγειλαν τὸν Σωκράτη μέλλοντα τριῶν ἡμερῶν ἀποθανεῖσθαι.
#7.. (a) τὸν Σωκράτη φατὲ ἀποθανεῖν.
(b) τὸν Σωκράτη φάτε ἀποθανεῖν.
#8.. (a) ἀκούσεσθε τὸν Σωκράτη τεθνηκότα.
(b) ἀκούσεσθε τοῦ Σωκράτους ἀποθνῄσκοντος.
#9.. (a) ἐρωτῶμεν ὁπόσους ἀφί̄ετε.
(b) ἠρωτῶμεν ὁπόσους ἀφῑεῖτε.
(c) ἐρωτῶμεν ὁπόσους ἀφεῖτε.
(d) ἠρωτῶμεν ὁπόσους ἀφεῖτε.
#10.. ἄφες τόν γε Δημοσθένη, ὦ πονηρέ.
#11.. ἀφῑέντων τὸν τότε τῷ δήμῳ ἐπιβουλεύσαντα καίπερ ἐχθί̄ω ὄντα.
#12.. σχὲς τῇ χειρὶ τὸ ὀξύτερον ξίφος.
#13.. ὁποῖοί γ' ἂν ὦμεν οἱ πολῖται, τοιαύτη ἐστὶν ἡ ἡμετέρᾱ πόλις.
#14.. (a) ἐνταῦθα στήτω ἵνα μάχηται.
(b) ἐνταῦθ' ἀνάστησον τὸ τρόπαιον.
#15.. δίδοτε τάδε τὰ βαρέα ὅπλα τρισὶ τῶν ὁπλῑτῶν.
#16.. (a) παῦσον τοῦτον τῷ δήμῳ ἐπιβουλεύοντα.
(b) παῦσον τοῦτον τὸν τῷ δήμῳ ἐπιβουλεύοντα.
(c) παῦσαι τῷ δήμῳ ἐπιβουλεύων.
#17.. χαίρομέν πως οἶνον ὡς ἥδιστον ἐπιτιθεῖσαι ἐπὶ ταῖς τῶν θεῶν τραπέζαις.
#18.. οὐ δύνασαι συνῑέναι, ὦ ἄνερ, οὔτε τὰ ἀληθῶς καὶ σαφῶς λεγόμενα οὔτε τὰ ψευδῆ.
#19.. ἔλθετε εἰς τὴν βουλὴν περὶ πολέμου βουλευσόμενοι.
#20.. ἴωμεν δὴ καὶ μὴ μέλλωμεν ἔτι, ἵνα μὴ ἀφῶμεν τὸν καιρόν.
#21.. ἤκουόν τοι μίαν τράπεζαν ἐν ἐκείνῃ τῇ ἑορτῇ ἱερὰ̄ν οὖσαν Διός.
#22.. ἠρωτᾶτε ὅντινα τρόπον ἀφεθεῖμεν.
#23.. ὅπως ἂν σὺ βούλῃ, οὕτως ἔγωγε πρά̄ττω.
#24.. τὴν γνώμην ὀξύτεροι τῶν ἄλλων ἐδόκουν εἶναι οἵτινες ἐν καιρῷ συμβουλεύοιεν τῷ δήμῳ περὶ τῶν μελλόντων.
#25.. ἴθι ὅποι ἂν βούλῃ.
#26.. τῶν τῆς πόλεως εὖ ἐχόντων, παυσάσθων λέγοντες οἱ ῥήτορες.
#27.. ὅπου ἂν ὦμεν, ἐκεῖ μενοῦμεν.
#28.. (a) εἰ γὰρ εὐδαίμονες εἶμεν.
(b) εἰ γὰρ εὐδαίμονες ἦμεν.
(c) εἴθε νῑκῷμεν.
(d) εἴθ' ἐνῑκῶμεν.
(e) εἴθ' ἐνῑκήσαμεν.
#29.. ἆρα ζητῶμέν πως πότερον ἀγαθὸν ἡ δημοκρατίᾱ ἢ οὔ;
#30.. ἠρωτήσαμεν εἰ τὴν δημοκρατίᾱν καταλῦσαι οὐ βούλοιο.
#31.. ἠρώτων εἴτε ψευδῆ λέγεις εἴτε τὰ ἀληθῆ.
#32.. ψεῦδος μὴ εἴπῃ μηδείς, ἀλλὰ πάντα ὀρθῶς λεγέτω ἕκαστος.
READINGS
# A. Aristophanes, Knights 150-181
#1.. ΑΛΛΑΝΤΟΠΩΛΗΣ. τί ἔστι; τί με καλεῖτε;
ΔΗΜΟΣΘΕΝΗΣ. δεῦρ' ἔλθ', ἵνα πύθῃ
ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
ΝΙΚΙΑΣ. ἴθι δὴ κάθελ' αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
ἐγὼ δ' ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
ΔΗ. ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·
ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
ΑΛ. ἰδού· τί ἔστιν; ΔΗ. ὦ μακάρι' ὦ πλούσιε,
ὦ νῦν μὲν οὐδεὶς αὔριον δ' ὑπέρμεγας,
ὦ τῶν Ἀθηνῶν τᾱγὲ τῶν εὐδαιμόνων.
ΑΛ. τί μ' ὦγάθ' οὐ πλύ̄νειν ἐᾷς τὰ̄ς κοιλίᾱς
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
ΔΗ. ὦ μῶρε ποίᾱς κοιλίᾱς; δευρὶ̄ βλέπε.
τὰ̄ς στίχας ὁρᾷς τὰ̄ς τῶνδε τῶν λᾱῶν; ΑΛ. ὁρῶ.
ΔΗ. τούτων ἁπάντων αὐτὸς ἀρχέλᾱς ἔσει,
καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς Πυκνός·
βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσεις.
ΑΛ. ἐγώ; ΔΗ. σὺ μέντοι· κοὐδέπω γε πάνθ' ὁρᾷς.
ἀλλ' ἐπανάβηθι κἀ̄πὶ τοὐλεὸν τοδὶ̄
καὶ κάτιδε τὰ̄ς νήσους ἁπά̄σᾱς ἐν κύκλῳ.
ΑΛ. καθορῶ. ΔΗ. τί δαί; τἀ̄μπόρια καὶ τὰ̄ς ὁλκάδας;
ΑΛ. ἔγωγε. ΔΗ. πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλ' ἐς Κᾱρίᾱν
τὸν δεξιόν, τὸν δ' ἕτερον ἐς Καρχηδόνα.
ΑΛ. εὐδαιμονήσω δ' εἰ διαστραφήσομαι;
ΔΗ. οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ̄ λέγει,
ἀνὴρ μέγιστος. ΑΛ. εἰπέ μοι καὶ πῶς ἐγὼ
ἀλλᾱντοπώλης ὢν ἀνὴρ γενήσομαι;
ΔΗ. δι' αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
ὁτιὴ πονηρὸς κἀ̄ξ ἀγορᾶς εἶ καὶ θρασύς.
# B. Plato, Gorgias 456d5-457a4
#1.. ΓΟΡ. οὐδέ γε μὰ Δία ἐά̄ν τις εἰς παλαίστρᾱν φοιτήσᾱς εὖ ἔχων τὸ σῶμα καὶ πυκτικὸς γενόμενος, ἔπειτα τὸν πατέρα τύπτῃ καὶ τὴν μητέρα ἢ ἄλλον τινὰ τῶν οἰκείων ἢ τῶν φίλων, οὐ τούτου ἕνεκα δεῖ τοὺς παιδοτρίβᾱς καὶ τοὺς ἐν τοῖς ὅπλοις διδάσκοντας μάχεσθαι μῑσεῖν τε καὶ ἐκβάλλειν ἐκ τῶν πόλεων. ἐκεῖνοι μὲν γὰρ παρέδοσαν ἐπὶ τῷ δικαίως χρῆσθαι τούτοις πρὸς τοὺς πολεμίους καὶ τοὺς ἀδικοῦντας, ἀμῡνομένους, μὴ ὑπάρχοντας· οἱ δὲ μεταστρέψαντες χρῶνται τῇ ἰσχύϊ καὶ τῇ τέχνῃ οὐκ ὀρθῶς. οὔκουν οἱ διδάξαντες πονηροί, οὐδὲ ἡ τέχνη οὔτε αἰτίᾱ οὔτε πονηρὰ̄ τούτου ἕνεκά ἐστιν, ἀλλ' οἱ μὴ χρώμενοι οἶμαι ὀρθῶς. ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τῆς ῥητορικῆς.