Hansen and Quinn: Unit 19, Greek Drills, Exercises, and Readings (without macrons)

DRILLS

I.
#1.. ἕσπετώ μοι μέχρι εἰς τὴν οἰκίαν εἰσῆλθον.
#2.. ἕψομαί σοι μέχρι ἂν εἰς τὴν οἰκίαν εἰσέλθῃς.
#3.. αὐτὴν ἐφίλει ἕως ἐδύνατο.
#4.. αὐτὴν ἐφίλει ἕως ἐτελεύτησεν.
#5.. φιλήσω σε μέχρι ἂν τελευτήσω.
#6.. μὴ λίπητε τὴν πόλιν πρὶν ἂν μου ἀκούσητε.
#7.. λίπε τὴν πόλιν πρὶν αὐτούς σε καταλαβεῖν.
#8.. ἔλιπε τὴν πόλιν πρίν μου ἀκοῦσαι.
#9.. οὐκ ἔλιπε τὴν πόλιν πρίν μου ἤκουσεν.
#10.. ἐν τῇ οἰκίᾳ μένω ἕως ἂν τοὺς ξένους δέξωμαι.
#11.. ἐτελεύτησε πρὶν ἐμὲ λιπεῖν τὴν πόλιν.

EXERCISES

I.
#1.. σύνοιδα ἐμαυτῇ μακρῷ βελτίων οὖσα τῆς μητρός.
#2.. οὔ φημι ἐκείνην χείρω εἶναι ἢ τὴν μητέρα.
#3.. εὖ δὴ οἶδα τὰς καλλίους εὐδαιμονεστέρας οὔσας τῶν μὴ ἐχουσῶν ἐλευθερίαν.
#4.. εἰ ἴσως κάκιστός τίς σε ἔροιτο εἰ τὴν πόλιν προδώσεις, τί αὐτῷ ἐρεῖς; συνίης γὰρ τὰ τῆς πόλεως.
#5.. τῆς νόσου τῇ πόλει ἐπιπεσούσης, θυσώμεθα ὡς τάχιστα.
#6.. οὐ δὴ διὰ τὸ μὴ διδαχθῆναι ὑπὸ καλλιόνων διδασκάλων ἀλλὰ διὰ τὸ μὴ δύνασθαι μηδὲν μαθεῖν ὅτι ἀφρονέστατα πράττουσιν οἵδε οἱ τρεῖς νεανίαι.
#7.. ὡς σωφρονέστατα πράξομεν ἕως ἄν αἰσχυνώμεθα τούς γε κρείττους.
#8.. ἥκεν εἰς τὴν νῆσον ὕστερον ἢ ὁ ἀδελφὸς τέτταρσιν ἡμέραις. θάττων γὰρ οὗτος ἐκείνου πολύ.
#9.. πρότερον τρισὶν ἡμέραις ἀπώλετο, οὐ συνεὶς ὅτι πάθοι.
#10.. τοὺς ἀπολωλότας ὑπὲρ τῆς ἡμετέρας ἐλευθερίας, ὄντας οὐκ ἐλαχίστους, τιμᾷ ἡ πόλις. τίς γὰρ κακίων ὢν οὕτως ἀφείη ἂν τόν γε βίον;
#11.. μᾶλλον τίμα τοὺς ἐμπειροτέρους σαυτοῦ, ἐὰν καὶ ὀλίγοι ὦσιν.
#12.. ὅσῳ πλέονες εἴημεν αἱ σοφαί, τοσούτῳ ῥᾷον τοιούτου γε δήμου ἄρξαιμεν ἄν.
#13.. ἀεὶ πειθώμεθα οἷς ἥ τ' ἐκκλησία καὶ ἡ βουλὴ κατέστησαν.
#14.. ᾔδησθά τοι ὁπότε θύσοιεν τήν γ' αἶγα.
#15.. τοῦ φίλου συμβουλεύοντος, ἥκει εἰς τόδε τὸ ἱερὸν ὡς τὸν θεὸν ἐρησομένη περὶ τῆς νόσου.
#16.. εἴσεισίν πως εἰς τὴν πόλιν ὕστατος πάντων ὧν ἔπεμψας.
#17.. ἆρα ἐνομίζετε τὰ ὑμέτερα ξίφη πολλῷ ὀξύτερα εἶναι τῶν ἡμετέρων;
#18.. οὐκ ἔστιν ὑμῖν σοφωτέροις γενέσθαι θᾶττον ἡμῶν.
#19.. ἔφησθα οὐκ ἐξεῖναι ἡμῖν σοφωτέραις γενέσθαι.
#20.. ἅτε νεωτέρῳ τοῦ ἀδελφοῦ ὄντι οὐκ ἐξῆν τῷ Δημοσθένει τῆς οἰκίας ἡγεῖσθαι.
#21.. μὴ πιστεύσητε τοῖς ἀμαθεστέροις ὑμῶν αὐτῶν. ἥττους γὰρ οὗτοι.
#22.. ᾖσμεν σαφῶς τοὺς ἐν τῇ ἀγορᾷ αἰσχίους ὄντας πᾶσι τοῖς πολίταις ὅσοις ἐπαιδευόμεθα.
#23.. ᾖμεν εἰς τὴν οἰκίαν ἐν ᾗπερ οἱ αἰσχίονες ἦσαν.
#24.. τῶν στρατιωτῶν ἀποπεφευγότων, τρόπαιόν που στήσαιμεν.
#25.. οὐκ ἂν ἀφείην ὁπόσους ἂν ἕλωμεν πρὶν ἂν χρήματα δῶσιν.
#26.. ἐνίκων που οἱ Ἀθηναῖοι πρὶν τὴν νόσον ἐπιπεσεῖν.
#27.. ἆθλα ἀεὶ οἴσει μέχρι ἂν νεώτερός τις ἔλθῃ εἰς τοὺς ἀγῶνας.
#28.. κέρδους ἕνεκα τὸν ἥττω λόγον μὴ κρείττω ποίει, ὦ χείριστε· μεγίστων γὰρ κακῶν αἴτιος ἔσῃ.
#29.. λύπης δὴ τί μεῖζον ἀνθρώπῳ κακόν;
#30.. οἶσθα τοὺς προτέρους διδασκάλους μᾶλλον σοφοὺς ὄντας ἢ τοὺς νῦν.
#31.. σύνισμεν ἡμῖν γ' αὐτοῖς ἴσοι ὄντες τοῖς πατράσιν.
#32.. ἔφησάν τινες τὸν Σωκράτη καινοῖς θεοῖς πιστεύειν.
#33.. τοὺς ἱππέας εὕρωμεν ὅσους ἀφεῖμεν.
#34.. ἡγεῖ τὸν σὸν ἀδελφὸν ἀμείνω εἶναι ἢ Σωκράτη;

READINGS

# A. Plato, Gorgias 457a5-457c3

#1.. ΓΟΡ. δυνατὸς μὲν γὰρ πρὸς ἅπαντάς ἐστιν ὁ ῥήτωρ καὶ περὶ παντὸς λέγειν, ὥστε πιθανώτερος εἶναι ἐν τοῖς πλήθεσιν ἔμβραχυ περὶ ὅτου ἂν βούληται· ἀλλ' οὐδέν τι μᾶλλον τούτου ἕνεκα δεῖ οὔτε τοὺς ἰατροὺς τὴν δόξαν ἀφαιρεῖσθαι -- ὅτι δύναιτο ἂν τοῦτο ποιῆσαι -- οὔτε τοὺς ἄλλους δημιουργούς, ἀλλὰ δικαίως καὶ τῇ ῥητορικῇ χρῆσθαι, ὥσπερ καὶ τῇ ἀγωνίᾳ. ἐὰν δὲ οἶμαι ῥητορικὸς γενόμενός τις κᾆτα ταύτῃ τῇ δυνάμει καὶ τῇ τέχνῃ ἀδικῇ, οὐ τὸν διδάξαντα δεῖ μισεῖν τε καὶ ἐκβάλλειν ἐκ τῶν πόλεων. ἐκεῖνος μὲν γὰρ ἐπὶ δικαίᾱͅ χρείᾳ παρέδωκεν, ὁ δ' ἐναντίως χρῆται. τὸν οὖν οὐκ ὀρθῶς χρώμενον μισεῖν δίκαιον καὶ ἐκβάλλειν καὶ ἀποκτεινύναι ἀλλ' οὐ τὸν διδάξαντα.

# B. Aristophanes, Acharnians 241-283

#1.. ΔΙΚΑΙΟΠΟΛΙΣ. εὐφημεῖτε, εὐφημεῖτε.
προΐτω 'ς τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος·
ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.
κατάθου τὸ κανοῦν, ὦ θύγατερ, ἵν' ἀπαρξώμεθα.
ΘΥΓΑΤΗΡ. ὦ μῆτερ, ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν,
ἵν' ἔτνος καταχέω τοὐλατῆρος τουτουί.
ΔΙ. καὶ μὴν καλόν γ' ἔστ'· ὦ Διόνυσε δέσποτα,
κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ
πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν
ἀγαγεῖν τυχηρῶς τὰ κατ' ἀγροὺς Διονύσια,
στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰς δέ μοι
καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας.
ἄγ', ὦ θύγατερ, ὅπως τὸ κανοῦν καλὴ καλῶς
οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος
ὅστις σ' ὀπύσει κἀκποιήσεται γαλᾶς
σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ.
πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα
μή τις λαθών σου περιτράγῃ τὰ χρυσία.
ὦ Ξανθία, σφῷν δ' ἐστὶν ὀρθὸς ἑκτέος
ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου·
ἐγὼ δ' ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν·
σὺ δ' ὦ γύναι θεῶ μ' ἀπὸ τοῦ τέγους. πρόβα.
Φαλῆς ἑταῖρε Βακχίου
ξύγκωμε νυκτοπεριπλάνη-
τε μοιχὲ παιδεραστά,
ἕκτῳ σ' ἔτει προσεῖπον ἐς
τὸν δῆμον ἐλθὼν ἄσμενος,
σπονδὰς ποιησάμενος ἐμαυ-
τῷ, πραγμάτων τε καὶ μαχῶν
καὶ Λαμάχων ἀπαλλαγείς.
πολλῷ γάρ ἐσθ' ἥδιον, ὦ Φαλῆς Φαλῆς,
κλέπτουσαν εὑρόνθ' ὡρικὴν ὑληφόρον
τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως
μέσην λαβόντ' ἄραντα κατα-
βαλόντα καταγιγαρτίσ' ὦ
Φαλῆς Φαλῆς.
ἐὰν μεθ' ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης
ἕωθεν εἰρήνης ῥοφήσεις τρύβλιον·
ἡ δ' ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται.
ΧΟΡΟΣ. οὗτος αὐτός ἐστιν, οὗτος.
βάλλε βάλλε βάλλε βάλλε,
παῖε παῖε τὸν μιαρόν.
οὐ βαλεῖς; οὐ βαλεῖς;