Hansen and Quinn: Unit 19, Greek Drills, Exercises, and Readings (without macrons) DRILLS I. #1.. ἕσπετώ μοι μέχρι εἰς τὴν οἰκίᾱν εἰσῆλθον. #2.. ἕψομαί σοι μέχρι ἂν εἰς τὴν οἰκίᾱν εἰσέλθῃς. #3.. αὐτὴν ἐφίλει ἕως ἐδύνατο. #4.. αὐτὴν ἐφίλει ἕως ἐτελεύτησεν. #5.. φιλήσω σε μέχρι ἂν τελευτήσω. #6.. μὴ λίπητε τὴν πόλιν πρὶν ἂν μου ἀκούσητε. #7.. λίπε τὴν πόλιν πρὶν αὐτούς σε καταλαβεῖν. #8.. ἔλιπε τὴν πόλιν πρίν μου ἀκοῦσαι. #9.. οὐκ ἔλιπε τὴν πόλιν πρίν μου ἤκουσεν. #10.. ἐν τῇ οἰκίᾱͅ μένω ἕως ἂν τοὺς ξένους δέξωμαι. #11.. ἐτελεύτησε πρὶν ἐμὲ λιπεῖν τὴν πόλιν. EXERCISES I. #1.. σύνοιδα ἐμαυτῇ μακρῷ βελτί̄ων οὖσα τῆς μητρός. #2.. οὔ φημι ἐκείνην χείρω εἶναι ἢ τὴν μητέρα. #3.. εὖ δὴ οἶδα τὰ̄ς καλλί̄ους εὐδαιμονεστέρᾱς οὔσᾱς τῶν μὴ ἐχουσῶν ἐλευθερίᾱν. #4.. εἰ ἴσως κάκιστός τίς σε ἔροιτο εἰ τὴν πόλιν προδώσεις, τί αὐτῷ ἐρεῖς; συνί̄ης γὰρ τὰ τῆς πόλεως. #5.. τῆς νόσου τῇ πόλει ἐπιπεσούσης, θῡσώμεθα ὡς τάχιστα. #6.. οὐ δὴ διὰ τὸ μὴ διδαχθῆναι ὑπὸ καλλῑόνων διδασκάλων ἀλλὰ διὰ τὸ μὴ δύνασθαι μηδὲν μαθεῖν ὅτι ἀφρονέστατα πρά̄ττουσιν οἵδε οἱ τρεῖς νεᾱνίαι. #7.. ὡς σωφρονέστατα πρά̄ξομεν ἕως ἄν αἰσχῡνώμεθα τούς γε κρείττους. #8.. ἥκεν εἰς τὴν νῆσον ὕστερον ἢ ὁ ἀδελφὸς τέτταρσιν ἡμέραις. θά̄ττων γὰρ οὗτος ἐκείνου πολύ. #9.. πρότερον τρισὶν ἡμέραις ἀπώλετο, οὐ συνεὶς ὅτι πάθοι. #10.. τοὺς ἀπολωλότας ὑπὲρ τῆς ἡμετέρᾱς ἐλευθερίᾱς, ὄντας οὐκ ἐλαχίστους, τῑμᾷ ἡ πόλις. τίς γὰρ κακί̄ων ὢν οὕτως ἀφείη ἂν τόν γε βίον; #11.. μᾶλλον τί̄μᾱ τοὺς ἐμπειροτέρους σαυτοῦ, ἐὰ̄ν καὶ ὀλίγοι ὦσιν. #12.. ὅσῳ πλέονες εἴημεν αἱ σοφαί, τοσούτῳ ῥᾷον τοιούτου γε δήμου ἄρξαιμεν ἄν. #13.. ἀεὶ πειθώμεθα οἷς ἥ τ' ἐκκλησίᾱ καὶ ἡ βουλὴ κατέστησαν. #14.. ᾔδησθά τοι ὁπότε θύ̄σοιεν τήν γ' αἶγα. #15.. τοῦ φίλου συμβουλεύοντος, ἥκει εἰς τόδε τὸ ἱερὸν ὡς τὸν θεὸν ἐρησομένη περὶ τῆς νόσου. #16.. εἴσεισίν πως εἰς τὴν πόλιν ὕστατος πάντων ὧν ἔπεμψας. #17.. ἆρα ἐνομίζετε τὰ ὑ̄μέτερα ξίφη πολλῷ ὀξύτερα εἶναι τῶν ἡμετέρων; #18.. οὐκ ἔστιν ὑ̄μῖν σοφωτέροις γενέσθαι θᾶττον ἡμῶν. #19.. ἔφησθα οὐκ ἐξεῖναι ἡμῖν σοφωτέραις γενέσθαι. #20.. ἅτε νεωτέρῳ τοῦ ἀδελφοῦ ὄντι οὐκ ἐξῆν τῷ Δημοσθένει τῆς οἰκίᾱς ἡγεῖσθαι. #21.. μὴ πιστεύσητε τοῖς ἀμαθεστέροις ὑ̄μῶν αὐτῶν. ἥττους γὰρ οὗτοι. #22.. ᾖσμεν σαφῶς τοὺς ἐν τῇ ἀγορᾷ αἰσχί̄ους ὄντας πᾶσι τοῖς πολί̄ταις ὅσοις ἐπαιδευόμεθα. #23.. ᾖμεν εἰς τὴν οἰκίᾱν ἐν ᾗπερ οἱ αἰσχί̄ονες ἦσαν. #24.. τῶν στρατιωτῶν ἀποπεφευγότων, τρόπαιόν που στήσαιμεν. #25.. οὐκ ἂν ἀφείην ὁπόσους ἂν ἕλωμεν πρὶν ἂν χρήματα δῶσιν. #26.. ἐνί̄κων που οἱ Ἀθηναῖοι πρὶν τὴν νόσον ἐπιπεσεῖν. #27.. ἆθλα ἀεὶ οἴσει μέχρι ἂν νεώτερός τις ἔλθῃ εἰς τοὺς ἀγῶνας. #28.. κέρδους ἕνεκα τὸν ἥττω λόγον μὴ κρείττω ποίει, ὦ χείριστε· μεγίστων γὰρ κακῶν αἴτιος ἔσῃ. #29.. λύ̄πης δὴ τί μεῖζον ἀνθρώπῳ κακόν; #30.. οἶσθα τοὺς προτέρους διδασκάλους μᾶλλον σοφοὺς ὄντας ἢ τοὺς νῦν. #31.. σύνισμεν ἡμῖν γ' αὐτοῖς ἴσοι ὄντες τοῖς πατράσιν. #32.. ἔφησάν τινες τὸν Σωκράτη καινοῖς θεοῖς πιστεύειν. #33.. τοὺς ἱππέᾱς εὕρωμεν ὅσους ἀφεῖμεν. #34.. ἡγεῖ τὸν σὸν ἀδελφὸν ἀμείνω εἶναι ἢ Σωκράτη; READINGS # A. Plato, Gorgias 457a5-457c3 #1.. ΓΟΡ. δυνατὸς μὲν γὰρ πρὸς ἅπαντάς ἐστιν ὁ ῥήτωρ καὶ περὶ παντὸς λέγειν, ὥστε πιθανώτερος εἶναι ἐν τοῖς πλήθεσιν ἔμβραχυ περὶ ὅτου ἂν βούληται· ἀλλ' οὐδέν τι μᾶλλον τούτου ἕνεκα δεῖ οὔτε τοὺς ἰᾱτροὺς τὴν δόξαν ἀφαιρεῖσθαι -- ὅτι δύναιτο ἂν τοῦτο ποιῆσαι -- οὔτε τοὺς ἄλλους δημιουργούς, ἀλλὰ δικαίως καὶ τῇ ῥητορικῇ χρῆσθαι, ὥσπερ καὶ τῇ ἀγωνίᾱͅ. ἐὰ̄ν δὲ οἶμαι ῥητορικὸς γενόμενός τις κᾆτα ταύτῃ τῇ δυνάμει καὶ τῇ τέχνῃ ἀδικῇ, οὐ τὸν διδάξαντα δεῖ μῑσεῖν τε καὶ ἐκβάλλειν ἐκ τῶν πόλεων. ἐκεῖνος μὲν γὰρ ἐπὶ δικαίᾱͅ χρείᾱͅ παρέδωκεν, ὁ δ' ἐναντίως χρῆται. τὸν οὖν οὐκ ὀρθῶς χρώμενον μῑσεῖν δίκαιον καὶ ἐκβάλλειν καὶ ἀποκτεινύναι ἀλλ' οὐ τὸν διδάξαντα. # B. Aristophanes, Acharnians 241-283 #1.. ΔΙΚΑΙΟΠΟΛΙΣ. εὐφημεῖτε, εὐφημεῖτε. προΐτω 'ς τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος· ὁ Ξανθίᾱς τὸν φαλλὸν ὀρθὸν στησάτω. κατάθου τὸ κανοῦν, ὦ θύγατερ, ἵν' ἀπαρξώμεθα. ΘΥΓΑΤΗΡ. ὦ μῆτερ, ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν, ἵν' ἔτνος καταχέω τοὐλατῆρος τουτουί̄. ΔΙ. καὶ μὴν καλόν γ' ἔστ'· ὦ Διόνῡσε δέσποτα, κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ πέμψαντα καὶ θύ̄σαντα μετὰ τῶν οἰκετῶν ἀγαγεῖν τυχηρῶς τὰ κατ' ἀγροὺς Διονύ̄σια, στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰ̄ς δέ μοι καλῶς ξυνενεγκεῖν τὰ̄ς τριᾱκοντούτιδας. ἄγ', ὦ θύγατερ, ὅπως τὸ κανοῦν καλὴ καλῶς οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος ὅστις σ' ὀπύ̄σει κἀ̄κποιήσεται γαλᾶς σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ. πρόβαινε, κἀ̄ν τὤχλῳ φυλάττεσθαι σφόδρα μή τις λαθών σου περιτράγῃ τὰ χρῡσία. ὦ Ξανθίᾱ, σφῷν δ' ἐστὶν ὀρθὸς ἑκτέος ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου· ἐγὼ δ' ἀκολουθῶν ᾄ̄σομαι τὸ φαλλικόν· σὺ δ' ὦ γύναι θεῶ μ' ἀπὸ τοῦ τέγους. πρόβᾱ. Φαλῆς ἑταῖρε Βακχίου ξύγκωμε νυκτοπεριπλάνη- τε μοιχὲ παιδεραστά, ἕκτῳ σ' ἔτει προσεῖπον ἐς τὸν δῆμον ἐλθὼν ἄσμενος, σπονδὰ̄ς ποιησάμενος ἐμαυ- τῷ, πρᾱγμάτων τε καὶ μαχῶν καὶ Λᾱμάχων ἀπαλλαγείς. πολλῷ γάρ ἐσθ' ἥδῑον, ὦ Φαλῆς Φαλῆς, κλέπτουσαν εὑρόνθ' ὡρικὴν ὑ̄ληφόρον τὴν Στρῡμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως μέσην λαβόντ' ἄ̄ραντα κατα- βαλόντα καταγιγαρτίσ' ὦ Φαλῆς Φαλῆς. ἐὰ̄ν μεθ' ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης ἕωθεν εἰρήνης ῥοφήσεις τρύβλιον· ἡ δ' ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται. ΧΟΡΟΣ. οὗτος αὐτός ἐστιν, οὗτος. βάλλε βάλλε βάλλε βάλλε, παῖε παῖε τὸν μιαρόν. οὐ βαλεῖς; οὐ βαλεῖς;